{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Vita Plotini 4.96-172","citation":"Porphyrius, Vita Plotini 4.96-172","ref":"4.96","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.96","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/4.96","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.96.md","author":{"name":"Porphyrius","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius"},"work":{"title":"Vita Plotini","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini","urn":"urn:cts:greekLit:tlg2034.tlg001"},"verse":false,"words":276,"text":"αʹ· τούτων δὲ τὸ πρῶτον ἀρχὴν ἔχει· ἆρα γε ἡ ψυχὴ πανταχοῦ· βʹ· τοῦ δὲ δευτέρου ἡ ἀρχή· ἓν καὶ τα- ταὐτὸν ἀριθμῷ. γράφει δὲ ἐφεξῆς ἄλλα δύο, ὧν· γʹ· τὸ μὲν \" περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν καὶ τί τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως \"· οὗ ἡ ἀρχή· τὸ μέν ἐστι νοεῖν ἄλλο ἄλλο, τὸ δὲ αὐτὸ αὑτό· δʹ· τὸ δὲ \" περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ \"· οὗ ἡ ἀρχή· λέγεται τὸ μὲν δυνάμει. εʹ· περὶ τῆς τῶν ἀσωμάτων ἀπαθείας· οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ πάθη λέγοντες. Ϛʹ· περὶ ψυχῆς πρῶτον· οὗ ἡ ἀρχή· περὶ ψυχῆς ὅσα ἀπορήσαντας δεῖ. ζʹ· περὶ ψυχῆς δεύτερον· οὗ ἡ ἀρχή· τί οὖν ἐρεῖ. ηʹ· περὶ ψυχῆς τρίτον ἢ περὶ τοῦ πῶς ὁρῶμεν· οὗ ἡ ἀρχή· ἐπειδήπερ ὑπερεθέμεθα. θʹ· περὶ θεωρίας· οὗ ἡ ἀρχή· παίζοντες τὴν πρώτην. ιʹ· περὶ τοῦ νοητοῦ κάλλους· οὗ ἡ ἀρχή· ἐπειδή φαμεν. ιαʹ· περὶ νοῦ καὶ ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ περὶ τα- τἀγαθοῦ· οὗ ἡ ἀρχή· τὸν νοῦν τὸν ἀληθῆ νοῦν. ιβʹ· πρὸς τοὺς γνωστικούς· οὗ ἡ ἀρχή· ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν. ιγʹ· περὶ ἀριθμῶν· οὗ ἡ ἀρχή· ἆρ’ ἐστὶ πλῆθος. ιδʹ· πῶς τὰ πόρρω ὁρώμενα μικρὰ φαίνεται; οὗ ἡ ἀρχή· ἆρά γε τὰ πόρρω ὁρώμενα. ιεʹ· εἰ ἐν παρατάσει χρόνου τὸ εὐδαιμονεῖν; οὗ ἡ ἀρχή· τὸ εὐδαιμονεῖν. ιϚʹ· περὶ τῆς δι’ ὅλων κράσεως· οὗ ἡ ἀρχή· περὶ τῆς δι’ ὅλων λεγομένης. ιζʹ· πῶς τὸ πλῆθος τῶν ἰδεῶν ὑπέστη καὶ περὶ τα- τἀγαθοῦ· οὗ ἡ ἀρχή· εἰς γένεσιν πέμπων ὁ θεός. ιηʹ· περὶ τοῦ ἑκουσίου· οὗ ἡ ἀρχή· ἆρ’ ἐστὶ περὶ θεῶν. ιθʹ· περὶ τοῦ κόσμου· οὗ ἡ ἀρχή· τὸν κόσμον ἀεὶ λέγοντες. κʹ· περὶ αἰσθήσεως καὶ μνήμης·","prev":{"citation":"Vita Plotini 4.37-95","label":"4.37 to 4.95","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.37","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/4.37"},"next":{"citation":"Vita Plotini 4.173-191","label":"4.173 to 4.191","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.173","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/4.173"},"credit":{"text":"Porphyrius, Vita Plotini. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://opengreek.org/read/ogc003658","quality":"proofread"}}