{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Vita Plotini 6","citation":"Porphyrius, Vita Plotini 6","ref":"6","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/6.md","author":{"name":"Porphyrius","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius"},"work":{"title":"Vita Plotini","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini","urn":"urn:cts:greekLit:tlg2034.tlg001"},"verse":false,"words":244,"text":"ἐν δὲ τῇ Σικελίᾳ διατρίβοντός μου ἐκεῖ γὰρ ἀνεχώρησα περὶ τὸ πεντεκαιδέκατον ἔτος τῆς βασιλείας Γαλιήνου, ὁ Πλωτῖνος γράψας πέντε βιβλία ἀποστέλλει μοι ταῦτα· αʹ· περὶ εὐδαιμονίας· οὗ ἡ ἀρχή· τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν. βʹ· περὶ προνοίας πρῶτον· οὗ ἡ ἀρχή· τὸ μὲν τῷ αὐτομάτῳ. γʹ· περὶ προνοίας δεύτερον· οὗ ἡ ἀρχή· τί τοίνυν δοκεῖ περὶ τούτων. δʹ· περὶ τῶν γνωριστικῶν ὑποστάσεων καὶ τοῦ ἐπέκεινα· οὗ ἡ ἀρχή· ἆρα τὸ νοοῦν ἑαυτὸ ποικίλον δεῖ εἶναι. εʹ· περὶ ἔρωτος· οὗ ἡ ἀρχή· περὶ ἔρωτος πότερα θεός. ταῦτα μὲν οὖν τῷ πρώτῳ ἔτει τῆς Κλαυδίου πέμπει βασιλείας· ἀρχομένου δὲ τοῦ δευτέρου, ὅτε καὶ μετ’ ὀλίγον θνῄσκει, πέμπει ταῦτα· αʹ· τίνα τὰ κακά· οὗ ἡ ἀρχή· οἱ ζητοῦντες πόθεν τὰ κακά. βʹ· εἰ ποιεῖ τὰ ἄστρα· οὗ ἡ ἀρχή· ἡ τῶν ἄστρων φορά. γʹ· τί τὸ ζῷον; οὗ ἡ ἀρχή· ἡδοναὶ καὶ λῦπαι. δʹ· περὶ εὐδαιμονίας· οὗ ἡ ἀρχή· ἆρ’ ἄν τις ἕτερον εἴποι. ταῦτα μετὰ τεσσαρακονταπέντε τῶν πρώτων καὶ δευτέρων γραφέντων γίνεται τέτταρα καὶ πεντήκοντα. ὥσπερ δὲ ἐγράφη, τὰ μὲν κατὰ πρώτην ἡλικίαν, τὰ δὲ ἀκμάζοντος, τὰ δὲ ὑπὸ τοῦ σώματος καταπονουμένου, οὕτω καὶ τῆς δυνάμεως ἔχει τὰ βιβλία. τὰ μὲν γὰρ πρῶτα εἴκοσι καὶ ἓν ἐλαφροτέρας ἐστὶ δυνάμεως καὶ οὐδέπω πρὸς εὐτονίαν ἀρκοῦν μέγεθος ἐχούσης, τὰ δὲ τῆς μέσης ἐκδόσεως τυχόντα τὸ ἀκμαῖον τῆς δυνάμεως ἐμφαίνει καί ἐστι τὰ κδʹ πλὴν τῶν βραχέων τελεώτατα, τὰ μέντοι τελευταῖα ἐννέα ὑφειμένης ἤδη τῆς δυνάμεως γέγραπται καὶ μᾶλλόν γε τὰ τελευταῖα τέσσαρα ἢ τὰ πρὸ τούτων πέντε.","prev":{"citation":"Vita Plotini 4.173-191","label":"4.173 to 4.191","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/4.173","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/4.173"},"next":{"citation":"Vita Plotini 7","label":"7","url":"https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/7"},"credit":{"text":"Porphyrius, Vita Plotini. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://opengreek.org/read/ogc003658","quality":"proofread"}}