{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Institutio Theologica 5","citation":"Proclus, Institutio Theologica 5","ref":"5","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/5.md","author":{"name":"Proclus","url":"https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil"},"work":{"title":"Institutio Theologica","url":"https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica","urn":"urn:cts:greekLit:tlg4036.tlg005"},"verse":false,"words":370,"text":"Πᾶν πλῆθος δεύτερόν ἐστι τοῦ ἑνός· εἰ γὰρ ἔστ 6 πλῆθος πρὸ τοῦ ἑνός, τὸ μὲν ἕν μεθίξει τοῦ πλήθους, τὸ δὲ πλῆθος, τὸ πρὸ τοῦ ἑνός, οὐ μεθίξει τοῦ ἑνός, εἴπερ πρὶν γένηται ἕν, ἔστιν ἐκεῖνο πλῆθος. Τοῦ γὰ μὴ ὄντος οὐ μετέχει· διότι τὸ μετέχον τοῦ ἑνός, καὶ ἔ 10 του πλήθους ὄντος. Ἄλλ' ἀδύνατον εἶναι τι πλῆθος μηδαμῇ ἑνὸς μετέχεν. Οὐχ ἄρα πρὸ τοῦ ἑνὸς τὸ πλή θος. Εἰ δὲ δὴ ἅμα τῷ ἑνί, καὶ σύστοιχα ἀλλήλοις τῇ φύσει. Χρόνῳ γὰρ οὐδὲν κωλύει, οὔτε τὸ ἕν κα αὐτὸ πολλά εἶναι, οὔτε τὸ πλῆθος ἕν, ὡς ἀντιδιηρη 15 μένα ἅμα ὄντα τῇ φύσει, εἴπερ μηδέτερον θατέρου πρότερον ἢ ὑστερον. Τὸ οὖν πλῆθος καθ' αὑτὸ οὐ ἕν ἔσται, καὶ ἕκαστον τῶν ἐν αὐτῷ οὐχ ἕν, καὶ τοῦτ εἰς ἄπειρον, ὅπερ ἀδύνατον. Μετέχει ἄρα τοῦ ἑνὸς κατὰ τὴν αὑτοῦ φύσιν, κα 20 οὐδὲν ἔσται αὐτοῦ λαβεῖν, ὃ μὴ ἔστιν ἕν· μὴ ἕν γὰρ ὄν, ἐξ ἀπείρων ἔσται, ὡς δέδειχται. Πάντη ἄρα μετέχει τοῦ ἑνός. Εἰ μὲν οὖν τὸ ἕν, τ καθ' αὑτὸ ἕν ὄν, μηδαμῇ μετέχει πλήθους, ἔσται τ πλῆθος πάντη τοῦ ἑνὸς ὑστερον, μετέχον μὲν τοῦ ἑνό 25 οὐ μετεχόμενον δὲ ὑπὸ τοῦ ἑνός· εἰ δὲ καὶ τὸ ἕν με τέχει πλήθους, κατὰ μὲν τὴν ὑπαρξιν, ὡς ἕν ὑφεστώς, κατὰ δὲ τὴν μέθεξιν, οὐχ ἕν, πεπληθυσμένον ἔσται τ ἕν, ὥσπερ τὸ πλῆθος ἠνωμένον διὰ τὸ ἕν. Κεκοινώ νηκεν ἄρα τὸ τε ἕν τῷ πλήθει, καὶ τὸ πλῆθος τῷ ἑνί. 30 τὰ δὲ συνιόντα καὶ κοινωνοῦντά πῃ, ἀλλήλοις, εἰ μὴ ὑπ' ἄλλου συνάγεται, ἐκεῖνο πρὸ αὐτῶν ἔστιν, εἰ αὐτὰ συνάγει ἑαυτά, οὐχ ἀντίκειται ἀλλήλοις. Ἀντικείμενα γὰρ οὐ σπεύδει εἰς ἀλλήλα. Εἰ οὖν τὸ ἕν καὶ τὸ πλῆθος ἀντιδιήρηται, καὶ τὸ πλῆθος, 35 πλῆθος, οὐχ ἕν, καὶ τὸ ἕν, ἢ ἕν, οὐ πλῆθος, οὐδ' ἕτ ρον, ἕν θατέρῳ γενόμενον, ἕν ἅμα καὶ δύο ἔσται. Ἄλλὰ μὴν εἰ ἔσται τι πρὸ αὐτῶν τὸ συνάγον, ἢ ἔστιν ἢ οὐχ ἕν. Ἄλλ' εἰ οὐχ ἕν, ἢ πολλά ἢ οὐδέν· οὔτε δὲ πολλὰ 40 ἵνα μὴ πλῆθος ἢ πρὸ ἑνός, οὔτε οὐδέν. Πῶς γὰρ συνάζει τὸ οὐδέν; Ἕν ἄρα μόνον· οὐ γὰρ δὴ καὶ τοῦ τὸ ἕν πολλά, ἵνα μὴ εἰς ἄπειρον· ἔστιν ἄρα τὸ α τοῦν, καὶ πᾶν πλῆθος ἀπὸ τοῦ αὐτοενός. Περί ἑνάδος.","prev":{"citation":"Institutio Theologica 4","label":"4","url":"https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/4"},"next":{"citation":"Institutio Theologica 6","label":"6","url":"https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/6"},"credit":{"text":"Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003050","quality":"ocr"}}