{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 555.1.10-23","citation":"Prodicus, Testimonia 555.1.10-23","ref":"555.1.10","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/prodicus/testimonia/555.1.10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/prodicus/testimonia/555.1.10","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/prodicus/testimonia/555.1.10.md","author":{"name":"Prodicus","url":"https://interlinea.aeterna-institute.org/library/greek/prodicus"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/prodicus/testimonia","urn":"urn:cts:greekLit:tlg1634.tlg001"},"verse":false,"words":280,"text":"καὶ ὁ Ἡρακλῆς ἀκούσας ταῦτα· Ὦ γύναι, ἔφη, ὄνομα 26 δέ σοι τί ἐστιν; ἡ δέ· Οἱ μὲν ἐμοὶ φίλοι, ἔφη, καλοῦσί με Εὐδαιμονίαν, οἱ δὲ μισοῦντές με ὑποκνιζόμενοι ὀνομάζουσι Κακίαν. καὶ ἐν τούτῳ ἡ ἑτέρα γυνὴ 27 προσελθοῦσα εἶπε· Καὶ ἐγὼ ἥκω πρὸς σέ, ὦ Ἡράκλεις, εἰδὼν τοὺς γεννήσαντάς σε καὶ τὴν φύσιν τὴν σὴν ἐν τῇ παιδείᾳ καταμαθοῦσα, ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ ὁδὸν τράποις, σφόδρ’ ἂν σε τῶν καλῶν καὶ σεμνῶν ἀγαθῶν ἐργάτην γενέσθαι καὶ ἐμὲ ἐπὶ πολὺ ἐντιμοτέραν καὶ ἐπ’ ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. οὐκ ἐξαπατήσω δέ σε προοιμολοῖς ἡδονῆς, ἀλλ’ ἤπερ οἱ θεοὶ διέθεσαν τὰ ὄντα διηγήσομαι μετ’ ἀληθείας. τῶν γὰρ ὄντων ἀγαθῶν καὶ 28 καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας οἱ θεοὶ διδόασιν ἀνθρώποις, ἀλλ’ εἴτε τοὺς θεοὺς ἵλεως εἶναι σοι βούλει, θεραπευτέον τοὺς θεούς, εἴτε ὑπὸ φίλων ἐνέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετετητέον, εἴτε ὑπὸ τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν πόλιν ὠφελητέον, εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς ἐπ’ ἀρετῇ θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ ποιεῖν, εἴτε γῆν βούλει σοι καρποὺς ἀφθόνους φέρειν, τὴν γῆν θεραπευτέον, εἴτε ἀπὸ βροσχημάτων οἴει 29 δεῖν πλουτίζεισθαι, τῶν βροσχημάτων ἐπιμελητέον, εἴτε διὰ πολέμου ὁρμᾶς αὔξεσθαι καὶ βούλει δύνασθαι τοὺς τε φίλους ἐλεῖνθεροῦν καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς πολεμικὰς τέχνας αὐτὰς τε παρὰ τῶν ἐπισταμένων μαθητέον καὶ ὅπως αὐταῖς δεῖ χρήσθαι ἀσκητέον· εἰ δὲ καὶ τῷ σώματι βούλει δυνατὸς εἶναι, τῇ γυμνῇ ὑπηρετεῖν ἐθιστέον τὸ σῶμα καὶ γυμναστέον σὺν πόνῳι καὶ ἰδρώτι. καὶ ἡ Κακία ὑπολαβοῦσα εἶπεν, ὡς φησὶ Πρόδικος· Ἐννοεῖς, ὦ Ἡράκλεις, ὡς χαλεπὴν καὶ μακρὰν ὁδὸν ἐπὶ τὰς εὐφροσύνας ἡ γυνὴ σοι αὕτη διηγείται; ἐγὼ δὲ ῥαδίαν καὶ βραχεῖαν ὁδὸν ἐπὶ τὴν εὐδαιμονίαν ἀξω σε. καὶ ἡ Ἀρετὴ εἶπεν· Ὦ τλήμων, τί δὲ σὺ ἀγαθὸν ἔχεις;","prev":{"citation":"Testimonia 555.1.1-9","label":"555.1.1 to 555.1.9","url":"https://interlinea.aeterna-institute.org/library/greek/prodicus/testimonia/555.1.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/prodicus/testimonia/555.1.1"},"next":{"citation":"Testimonia 555.1.24","label":"555.1.24","url":"https://interlinea.aeterna-institute.org/library/greek/prodicus/testimonia/555.1.24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/prodicus/testimonia/555.1.24"},"credit":{"text":"Prodicus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003056","quality":"ocr"}}