{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Monarchia 165","citation":"Pseudo-Justinus Martyr, De Monarchia 165","ref":"165","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-monarchia/165","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-monarchia/165","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-monarchia/165.md","author":{"name":"Pseudo-Justinus Martyr","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr"},"work":{"title":"De Monarchia","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-monarchia","urn":"urn:cts:greekLit:tlg0646.tlg003"},"verse":false,"words":293,"text":"ιἈπλαστον ὁρμῆ, ποτὲ δ´ ὕδωρ, ποτὲ δὲ γνὰ Καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερὴς, Ἀνέμῳ, ν έφει τε κἀστραπῇ, βροντῃ, βροχῇ ὑπηρετεῖ δ´ αὐτῷ θάλασσα, καὶ πέτραι, Καὶ πᾶσα πηγὴ, χ´ ὑδατος συστήματα. Τρέμει δ´ ἄρη, καὶ γαῖα, καὶ πελώριος Βυθὸς θαλάσσης, κὼρέων ὕψος μέγα, Ὅταν ἐπιβλέψῃ γοργὸν ὅμμα δεσπότου. ῥθς Πάντα δύναται γάρ· δόξα δ´ ὑψίστου Θεοῦ. Οὐ μόνον δὲ οὗτος τὴν περὶ Θεοῦ ἐμυήθη γνωσιν, ἀλλὰ καὶ Σοφοκλῆς τὴν τοῦ μόνου ποιητοῦ τῶν ὅλων καὶ ἑνὸς Θεοῦ ἰστορεῖ τάξιν οὕτως· Εἴς ταῖς ἀληθείαισιν, εἶς ἐστὶν Θεὸς, Ὃς οὐρανόν τ´ ἔτευξε, καὶ γαῖαν μακρὰν Πόντου τε χαροπὸν οἷδμα, κἀνέμων βίας Θνητοὶ δὲ πολλοὶ, καρδίαν πλανώμενοι, ἱδρυσάμεσθα, πημάτων παραψυχὰς, Θεῶν ἀγάλματ´ ἐκ λίθων, ἢ χαλκέων Ἠ χρυσοτεύκτων, ἢ ἐλεφαντίνων τύπους θυσίας τε τούτοις, καὶ καλὰς πανηγύρεις Τεύχοντες, οὑτως εὐσεβεῖν νομίζομεν Ἀλλὰ καὶ Φιλήμων, τὰ ἀρχαῖα εὐπορήσας φράσαι, κοινωνεῖ τῇ περὶ τῶν ὄντων γνώσει, ὡς γράφει· Θεὸν δὲ ποῖον, εἰπέ μοι, νομιστέον· Τὸν πάνθ´ ὁρῶντα, καὐτὸν οὐχ ὁρώμενον Μαρτυρήσει δέ μοι καὶ Ὁρφεὺς, ὁ παρεισάγων τοὺς τριακοσίους ἑξήκοντα θεοὺς, ἐν τῷ Διαθήκαις ἐπιγραφομένῳ βιβλίῳ, ὁπότε μετανοῶν ἐπὶ τούτῳ φαένεται ἐξ ὧν γράφει· Φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ´ ἐπίοεσθε [βηλοι Πάντες ὀμῶς· σὺ δ´ ἄκουε φαεσφόρου ἔκγονε Μουσαῖ· ἐξερέω γὰρ ἀληθέα· μηδέ σὲ τὰ πρλν Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ· Εἰς δὲ λόγον θεῖον βλέψας, τούτῳ προσέδρευέἸύνων κραδίης νοερὸν κύτος, εὖ τ´ ἐπίβαιαα Ἀτραπιτοῦ, μοῦνον δ´ ἐσόρα κόσμοιο ἄνακτα. Εἶς ἔστ´ αὐτογενὴς, ἑνὸς ἔκγονα πάντα τέτεκται· Ἐν δ´ αὐτοῖς αὐτὸς περιγίγνεται, οὐδέ τις αὐτὸ ΕΙσοράμ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Οὗτος δ´´ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι δίδωσι, Καὶ πόλεμον κρυόεντα, καὶ ἄλγεα δακρυόεντα. Οὐδέ τις ἔσθ´ ἕτερος, χωρὶς μεγάλοιο ἄνακτος· Αὐτὸν δ οὐχ ὁρόω. Περὶ γὰρ νέφος ἐστήρικται Πᾶσι γὰρ θνητοῖς θνηταὶ κόραι εἰσίν ἐν ὄσσοις, Ἀσθενέες δ´ ἰδέειν Δία τὸν πόντρν μεδέρντα","prev":{"citation":"De Monarchia 164","label":"164","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-monarchia/164","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-monarchia/164"},"next":{"citation":"De Monarchia 166","label":"166","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-monarchia/166","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-monarchia/166"},"credit":{"text":"Pseudo-Justinus Martyr, De Monarchia. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003765","quality":"ocr"}}