{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Resurrectione 796","citation":"Pseudo-Justinus Martyr, De Resurrectione 796","ref":"796","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/796","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/796","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/796.md","author":{"name":"Pseudo-Justinus Martyr","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr"},"work":{"title":"De Resurrectione","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione","urn":"urn:cts:greekLit:tlg0646.tlg005"},"verse":false,"words":365,"text":"μὲν ἀπ´ ἀρχῆς παρθενεύοντας ὁρῶμεν, τοὺς δὲ ἀπὸ χρόνου· ὥστε δι´ αὐτῶν καταλύεσθαι τὸν δι´ ἐπιθυμίας ἄνομον γάμον. Ἀλλὰ μὲν καὶ ζῶα τινὰ εὑρίσκομεν ἄτοκα, καίτοι μήτρας ἔχοντα, ὡς καὶ ἡμίο νον· καὶ οἱ ἄῤῥενες δὲ οὐ γεννῶσιν ἡμίονοι. Ὥστε καὶ διὰ ἀνθρώπων, καὶ διὰ ἀλόγων καταργουμένην τὴν συνουσίαν, καὶ πρὶν τοῦ μέλλοντος αἰῶνος ὁρᾶσθαι. Καὶ ὁ Κύριος δὲ ἡμῶν Ἰησοῦς Χριστὸς οὐ δι´ ἄλλο τι ἐκ παρθένου ἐτέχθη ἢ ἵνα καταργήσῃ γέννησιν ἐπιθυμίας ἀνόμου, καὶ δείξῃ τῷ ἄρχοντι καὶ δίχα συνουσίας ἀνθρωπίνης δυνατὴν εἰναι τῷ Θεῷ τὴν ἀνθρώπου πλάσιν. Καὶ γεννηθεὶς, καὶ πολιτευσάμενος τὴν λοιπὴν τῆς σαρκὸς πολιτείαν, λέγω δὲ ἐν τροφαῖς, καὶ ποτοῖς, καὶ ἐνδύμασι, ταύτην καὶ τὴν διὰ συνουσίας μόνην οὐκ εἰργάσατο, ἀλλὰ τὰς τῆς σαρκὸς ἐπιθυμίας, ἂς μὲν ἀναγκαίας ὑπάρχειν Κκατεδέξατο, ἂς δὲ μὴ ἀναγκαίας οὐ προσήκατο. Τροφῆς μὲν γὰρ, καὶ ποτοῦ, καὶ ἐνδύματος στερουμένη σὰρξ, καὶ διαφθαρείη ἄν· συνουσίας δὲ στερουμένη ἀνόμου οὐδὲν ὅ τι πάσχει κακόν. Ἄμα δὲ καὶ τὴν μέλλουσαν κατοργεῖσθαι διὰ συνουσίας μίξιν ἐν τῷ μέλλοντι αἰῶνι προεμήνυσεν, ὥς φησιν· Οἱ υίοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν, καὶ γαμίσκονται· οἰ δέ υἱοὶ τοῦ μέλλοντος αἰῶνος οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ´ ἔσονται ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ. Μὴ θαυμαζέτωσαν οὖν οἱ τῆς πίστεως ἐκτὸς, εἰ τὴν ἀπὸ τοῦ νῦν καταργουμένην ἐν τοῖς ἔργοις τούτοις σάρκα καὶ ἐν τῷ μέλλοντι αἰῶνι καταργήσει. Ναὶ, φασίν· εἰ οὖν ἡ σὰρξ ἀνίσταται, καὶ τοιαύτη ἀνίσταται, ὁποία κλιθήσεται· ὥστε εἰ μονόΚφθαλμος κλιθήσεται, μονόφθαλμος ἀνίσταται· εἰ χωλὸς, χωλός· εἰ ἄλλο τι τοῦ σώματος ὑστεροῦν εἴη, τοῦτο καὶ ἐλάττων ὁ ἄνθρωπος ἀναστήσεται. Τετυφλωμένοι ὡς ἀληθῶς τὰ τῆς καρδίας ὄμματα! Οὐ γὰρ εἶδον ἐπὶ τῆς γῆς τυφλοὺς ἀναβλέποντας, χωλοὺς περιπατοῦντας, τῷ ἐκείνου λόγῳ. Ἄπαντα ἐποίησεν ὁ Σωτὴρ, πρῶτον μὲν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν περὶ αὐτοῦ, ὅτι τυφλοὶ ἀναβλέπουσι, καὶ κωφοὶ ἀκούουσιν, καὶ τὰ ἄλλα· ἔτι δὲ καὶ εἰς πίστιν, ὅτι ἐν τῇ ἀναστάσει ἡ σὰρξ ὁλόκληρος ἀναστήσεται. Εἰ γὰρ ἐπὶ τῆς γῆς τὰς ἀσθενείας τῆς σαρκὸς ἰάσατο, καὶ ὁλόκληρον ἐποίησε τὸ σῶμα, πολλῷ μᾶλλον ἐν τῇ ἀναστάσει τοῦτο ποιήσει, ὥστε καὶ ἀκέραιον, καὶ ὁλόκληρον ἀναστῆναι τὴν σάρκα. Τὰ μὲν οὖν παρ´ αὐτῶν νομιζόμενα ἄπορα τοῦτον τὸν τρόπον ἰαθήσεται. Ἔτι δὲ καὶ τῶν λεγόντων μὴ ἀνίστασθαι τὴν σάρκα, οἱ μὲν ὡς ἀδύνατον ἀναστῆναι λέγουσιν, οἱ","prev":{"citation":"De Resurrectione 795","label":"795","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/795","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/795"},"next":{"citation":"De Resurrectione 797","label":"797","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/797","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/797"},"credit":{"text":"Pseudo-Justinus Martyr, De Resurrectione. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003766","quality":"ocr"}}