{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Resurrectione 797","citation":"Pseudo-Justinus Martyr, De Resurrectione 797","ref":"797","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/797","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/797","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/797.md","author":{"name":"Pseudo-Justinus Martyr","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr"},"work":{"title":"De Resurrectione","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione","urn":"urn:cts:greekLit:tlg0646.tlg005"},"verse":false,"words":380,"text":"δὲ ὡς μὴ προσῆκον τῷ Θεῷ ἀνιστάνειν αὐτὴν διὰ τὸ εὐτελὲς καὶ εὐκαταφρόνητον αὐτῆς· οἱ δὲ, ὅτι τὴν ἀρχὴν οὐδὲ ἐπαγγελίαν ἔχειν. Πρῶτον μὲν οὖν μοε δοκεῖ πρὸς τοὺς ἀδύνατον εἶναι λέγοντας τῷ Θεῷ τὸ ταύτην ἀναστῆσαι διεξελθεῖν, ὅτι ἀγνοοῦσιν αὐτοὶ, τῶ λόγῳ λέγοντες εἰναι πιστοὺς, καὶ διὰ τῶν ἔργων ἀποδεικνύντες ἀπίστους ἑαυτοὺς, καὶ τῶν ἀπίστων ἀπιστοτέρους. Τῶν γὰρ ἐθνῶν ἁπάντων ἐπὶ τὰ εἴδωλα πεπιστευκότων, καὶ πεπεισμένων, ὅτι πάντα δυνατὰ αὐτοῖς ἐστιν(ς καὶ Ὅμηρος ὁ ποιητὴς αὐτῶν φησιν· Θεοὶ δε πάντα δύνανται καὶ ῥεῖα· ἀλλὰ καὶ τὸ, ῥεῖα, προσέθηκεν, ὅπερ ἐστὶν εὐχερῶς, ἵνα τὴν μεγαλειότητα τῆς τῶν θεῶν δυνάμεως ἐμφανῇ], πολλοὶ τούτων ἀπιστότεροι φαίνονται. Εἴ γὰρ τοῖς εἰδώλοις τὰ ἔθνη τοῖς θεοῖς αὐτῶν, οἶ ὥτα ἔχουσι, καὶ οὐκ ἀκούουσιν, ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὅψονται, τὸ πάντα δύνασθαι πεπιστεύκασι δαιμονίοις οὖσι, καθὼς ἡ Γραφὴ λέγει, ὅτι οἰ θεοὶ τῶν ἐθνῶν δαιμόνια, πολλῷ μᾶλλον ἡμεῖς ἑορτὴν ἐξαίρετον καὶ ἀληθῆ πίστιν ἔχοντες, ὀφείλομεν τῷ Θεῷ ἡμῶν πιστεύειν, ἔχοντες τεκμήρια, καὶ πρῶτον μὲν τὴν τοῦ πρωτοπλὰστου γένεσιν, ὅτι ἐκ γῆς ὑπὸ Θεοῦ γέγονεν· ἱκανὸν γὰρ τοῦτο δεῖγμα τῆς τοῦ Θεοῦ δυνάμεως· ἔπειτα δὲ καὶ τὴν μετὰ ταῦτα ἐξ ἀλλήλων γένεσιν κατανοοῦσιν ἔστιν ἰδεῖν, καὶ θαυμάσαι μειζόνως, ὅτι ἐξ ἐλαχίστης ῥανίδος ὑγροῦ τηλικοῦτον πλάσσεται ζῶον. Καίτοι γε εἰ ἐν ἐπαγγελίᾳ καὶ τοῦτο ἦν, καὶ μὴ ἐφαίνετο γινόμενον, πολὺ τῶν Ἐλλων ἦν ἀπιστότερον· ἀλλὰ γὰρ πιστότερον αὐτὸ ποιεῖ ἀποτέλεσμα. Ἀλλὰ μὴν περὶ τῆς ἀναστάσεως ἡμῖν ἔδειξεν ὁ Σωτὴρ ἀποτελέσματα, ἃ μετ´ ὀλίγον ἐροῦμεν. Νῦν δὲ τὸ δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ἀνάστασιν ἐπιδεικνύομεν, συγγνώμην αἰτούμενοι παρὰ τῶν τῆς Ἐκκλησίας τέκνων, εἰ καὶ τῶν ἔξωθεν εἶναι δοκούντων καὶ κοσμικῶν λόγων ἀπτόμεθα· πρῶτον μὲν οὖν ὅτι οὐδέν ἐστιν ἔξωθεν τοῦ Θεοῦ οὐδὲ καὶ αὐτὸς ὁ κόσμος· ποίημα γάρ ἐστιν αὐτοῦ· δεύτερον ὅτι πρὸς ἀπίστους τούτους ποιούμεθα τοὺς λόγους. Εἰ γὰρ πρὸς πιστοὺς, αὔταρκες ἦν εἰπεῖν, ὅτι πεπιστεύκαμεν· νυνὶ δὲ διὰ ἀποδείξεων χωρεῖν ἀναγκαῖον. Ἱκανὰ μὲν οὖν καὶ τὰ προειρημένα τεκμήρια πρὸς τὸ δυνατὴν εἶναι δεικνύειν τὴν τῆς σαρκὸς ἀνάστασιν, ἀλλ´ ἐπεὶ λίαν εἰσὶν ἄπιστοι, καὶ ἀναγκαστικώτερον ἐπάξομεν τὸν λόγον, οὐκ ἐκ τῆς πίστεως, ὅτι μὴ τυγχάνουσιν ὄντες αὐτῆς, ἀλλ´ ἐκ τῆς ἀπιστίας τῆς μητρὸς αὐτῶν, λέγω δὴ τῶν κοσμικῶν λόγων. Εἰ γὰρ ἐκ τούτων ἐπιδεικνύομεν αὐτοῖς δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ἀνάστασιν, πολλῆς δήπουθεν αἰσχύνης εἰσὶν ἄξιοι, εἰ μήτε τοῖς τῆς πίστεως μήτε τοῖς τοῦ κόσμου ἀκοφαοὶ","prev":{"citation":"De Resurrectione 796","label":"796","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/796","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/796"},"next":{"citation":"De Resurrectione 798","label":"798","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/798","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/798"},"credit":{"text":"Pseudo-Justinus Martyr, De Resurrectione. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003766","quality":"ocr"}}