{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De Resurrectione 798","citation":"Pseudo-Justinus Martyr, De Resurrectione 798","ref":"798","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/798","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/798","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/798.md","author":{"name":"Pseudo-Justinus Martyr","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr"},"work":{"title":"De Resurrectione","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione","urn":"urn:cts:greekLit:tlg0646.tlg005"},"verse":false,"words":409,"text":"τοίνυν οἱ τοῦ κόσμου φυσικοὶ σοφοὶ λεγόμενοι, τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ Θεὸν, ὡς Πλάτων· οἱ δὲ ἄτομα καὶ κενὸν, ὡς Ἐπίκουρος· οἱ δὲ τὰ τέσσαρα, πῦρ, ὕδωρ, ἀέρα, γῆν, ὥσπερ οἱ Στωϊκοὶ, Ἀρκεῖ γὰρ ἐπιμνησθῆναι τῶν ἐπικρατουσῶν μάλιστα δοξῶν. Καὶ ὁ μὲν Πλάτων φησί, ὑπὸ τοῦ Θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι, καὶ κατὰ πρόνοιαν αὐτοῦ· ὁ δὲ Ἐπίκουρος καὶ οἱ μετ´ αὐτοῦ ἐκ τοῦ ἀτόμου, καὶ ἐκ τοῦ κενοῦ, κατὰ ταὐτόματόν τινα φορὰν τῆς ἐκ τῶν σωμάτων φυσικῆς κινήσεως· οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσάρων, διήκοντος δι´ αὐτῶν τοῦ Θεοῦ. Τοιαύτης δὲ διαφωνίας αὐτῶν οὔσης, ἔστι τινὰ παρ´ αὐτοῖς ὁμολογούμενα κοινὰ δόγματα πρὸς ἁπάντων· ἓν μὲν τὸ μήτε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, μήτε εἰς τὸ μὴ ὃν ἀναλύεσθαι καὶ ἀπόλλυσθαι, καὶ τὸ τὰ στοιχεῖα ἄφθαρτα ὑπάρχειν, ἐξ ὧν ἡ ἑκάστου πράγματος Κγένεσίς ἐστι. Τούτων οὖν οὕτως ἐχόντων, κατὰ πάντας αὐτοὺς φανήσεται δυνατὴ ἡ τῆς σαρκὸς ὑπάρχειν παλιγγενεσία. Εἴτε γὰρ κατὰ Πλάτωνά ἐστιν ἡ ὕλη καὶ Θεὸς, ἀμφότερα ταῦτα ἄφθαρτα· καὶ ὁ μὲν Θεὸς ἐπέχει τόπον τεχνίτου, οἷον πλάστου· ἡ δὲ ὕλη ἐπέχει τόπον πηλοῦ, ἢ κηροῦ, ἢ τοιούτου τινός. Τὸ μὲν οὖν ἐκ τῆς ὕλης γινόμενον φθαρτὸν πλάσμα, ὁ ἀνδριὰς ἢ εἰκών· ἡ δὲ ὕλη αὐτὴ ἄφθαρτος, οἷον πηλὸς, ἢ κηρὸς, ἢ ἄλλο τι τοιοῦτον εἶδος ὕλης. Οὕτως ἁ πλάστης ἐκ τοῦ κηροῦ ἢ πηλοῦ πλάσσει, καὶ ζωοποιεῖ ζώου μορφήν· πάλιν, ἐὰν διαλυθῇ τὸ πλάσμα, οὐκ ἀδύνατον αὐτῷ ἐστι, τὴν αὐτὴν ὕλην ἀναφύραντι καὶ καινοποιήσαντι, τὸ αὐτὸ πλάσμα ποιῆσαι. Οὕτω κατὰ Πλάτωνα, οὐδὲ τῷ Θεῷ ἀφθάρτῳ ὄντι, ἄφθαρτον ἔχοντι καὶ τὴν ὕλην τοῦ ἐξ αὐτῆς γενομένου πλάσματος διαλυθέντος, ἀδύνατόν ἐστιν ὰνακαινοποιῆσαι πάλιν αὐτὴν, καὶ ποιῆσαι τὸ αὐτὸ πλάσμα ὁποῖον ἦν καὶ τὸ πρότερον. Ἀλλὰ μὴν κατὰ τοὺς Στωῖκοὺς ἐκ τῆς τῶν τεσσάρων στοιχείων κράσεως γινομένου τοῦ σώματος, καὶ διαλυομένου τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυνατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μίξιν καὶ κράσιν λαβόντα ἀπὸ τοῦ διήκοντος δι´ αὐτῶν Θεοῦ, ποιῆσαι ὃ πρότερον πεποιήκει σῶμα· ὥσπερ εἴ τις ἐκ χρυσοῦ καὶ ἀργύρου, καὶ χαλκοῦ, καὶ κασσιτέρου ποιήσει μίγμα, ἔπειτα θελήσει πάλιν διαλῦσαι, ὥστε κατὰ ἱδίαν ἕκαστον εἶναι· καὶ πάλιν μίξας, εἰ θελήσει, τὰ αὐτὰ, ποιήσει ὃ πρότερον πεποιήκει ἐξ αὐτῶν μίγμα. Καὶ κατὰ τὸν Ἐπίκουρον δὲ, τῶν ἀτόμων ἀφθάρτων οὐσῶν καὶ τοῦ κενοῦ, παρὰ τὴν ποιὰν τάξιν καὶ θέσιν τῶν ἀτόμων συντεθειμένων γίνεται τά τε ἄλλα συγκρίματα καὶ τὸ σῶμα· χρόνῳ δὲ διαλυόμενον, διαλύεται πάλιν εἰς τὰς ἀτόμους, ἐξ ὧν καὶ ἐγένετο. Τούτων μενουσῶν ἀφθάρτων, οὐδὲν ἀδύνατόν ἐστι, συνελθουσῶν","prev":{"citation":"De Resurrectione 797","label":"797","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/797","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/797"},"next":{"citation":"De Resurrectione 799","label":"799","url":"https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/799","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/799"},"credit":{"text":"Pseudo-Justinus Martyr, De Resurrectione. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003766","quality":"ocr"}}