{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia Et Fragmenta 1.308.1","citation":"Pythagoristae (D-K), Testimonia Et Fragmenta 1.308.1","ref":"1.308.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.308.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.308.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.308.1.md","author":{"name":"Pythagoristae (D-K)","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k"},"work":{"title":"Testimonia Et Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta","urn":"urn:cts:greekLit:tlg2239.tlg001"},"verse":false,"words":415,"text":"C. 2—6. ΑΚΟΥΣΜΑΤΑ ΚΑΙ ΣΥΜΒΟΛΑ. τοιαύτῃ γὰρ σφίαι μετηκολουθηκέναι δοκε τὰ τοιαῦτα ἀκούσματα· πρότεροι γὰρ οὕτοι Πυθαγόρου ἐγένοντο. τὰ δὲ τί πρακτέον ἢ οὐ πρακτέον τῶν ἀκουσμάτων τοιαῦτά ἐστιν, οἷον ὅτι δεῖ τεκνοποιεῖσθαι· δεῖ γὰρ ἀντικαταλιπεῖν τοὺς θεραπεύοντας τὸν θεόν· ἢ ὅτι δεῖ τὸν δεξιὸν ὑποδεισθαι πρότερον, ἢ 5 ὅτι οὐ δεῖ τὰς λεωφόρους βαδίζειν ὁδούς, οὔδ᾽ εἰς περιρραντήριον ἐμβαπτεῖν, οὔδ᾽ ἐν βαλανείῳ λούεσθαι. ἀδηλον γὰρ ἐν πᾶσι τούτοις, εἰ καθαρεύουσι οἱ κοεῶνουντες. καὶ ἄλλα τάδε. φορτίον μὴ συγκαθαίρειν· οὐ γὰρ δεῖ αἴτιον γίνεσθαι τοῦ μὴ πονεῖν· συνανατιθέναι δέ. χρυσὸν ἔχουσι μὴ πλησιάζειν ἐπὶ τεκνοποιία. μὴ λέγειν ἄνευ φωτός. σπένδειν τοῖς θεοῖς κατὰ τὸ 10 οὐς τῆς κύλικος οἴνους ἔνεκεν καὶ ὅπως μὴ ἀπὸ τοῦ αὐτοῦ πίνεται. ἐν δακτυλῳ μὴ φέρειν σημείον θεοῦ εἰκόνα, ὅπως μὴ μαινῆται· ἄγαλμα γάρ, ὅπερ δεῖ φροντῆσαι ἐν τῷ οἴκῳ. γυναῖκα οὐ δεῖ διώκειν τὴν αὐτοῦ, ἰκέτις γάρ· διὸ καὶ ἀφ᾽ ἑστίας ἀγόμεθα, καὶ ἡ λῆψις διὰ δεξιᾶς. μηδ᾽ ἀλεκτρυόνα λευκὸν · ἰκέτης γὰρ ἱερὸς τοῦ Μηνός· διὸ καὶ σημαίνουσιν ὥραν. καὶ 85 15 συμβουλεύειν μηδὲν παρὰ τὸ βέλτιστον τῷ συμβουλευομένῳ· ἱερὸν γὰρ συμβουλή. ἀγαθὸν οἱ πόνοι, αὐ δὲ ἡδοναὶ ἐκ παντὸς τρόπου κακοὶ· ἐπὶ χολάσει γὰρ ἐλθόντας δεῖ χολασθῆναι. θύειν χρὴ ἀνυπόητον καὶ πρὸς τὰ ἱερὰ προσμέναι. εἰς ἱερὸν οὐ δεῖ ἐκτρέπεσθαι· οὐ γὰρ πάρεργον δεῖ ποιεῖσθαι τὸν θεόν. ὑπομένοντα καὶ ἔχοντα τραύματα ἐν τῷ ἐμπροσθεν τελευτῆσαι ἄγα- 20 θόν, ἐναντίως δὲ ἐναντίον. εἰς μόνα τῶν ζώων οὐκ εἰσέρχεται ἀνθρώπων ψυχή, οἷς θέμις ἐστὶ τυθῆναι· διὰ τοῦτο τῶν θυσίων χρὴ ἐσθίειν μόνον (οἷς ἂν τὸ ἐσθίειν καθήκῃ), ἄλλων δὲ ἐσθενὸς ζώιων. τὰ μὲν οὖν τοιαῦτα τῶν ἀκουσμάτων ἐστὶ, τὰ δὲ πλεῖστον ἔχοντα μήκος περὶ τὰ θυσία, καθ᾽ ἑκάστους τοὺς καιροὺς πῶς χρὴ ποιεῖσθαι, τὰς τε ἄλλας * * * καὶ περὶ μετοικήσεως 25 τῆς ἐντεύθεν, καὶ περὶ τὰς ταφὰς πῶς δεῖ καταδάπτεσθαι. ἐπ᾽ ἐνίων μὲν οὐν ἐπιλέγεται (τὸ διὰ) τί δεῖ, οἷον ὅτι δεῖ τεκνοποιεῖσθαι ἕνεκα τοῦ καταλιπεῖν ἕτερον ἀνθ᾽ ἑαυτοῦ θεῶν θεραπευτήν· τοῖς δὲ οὐδεὶς λόγος πρόκειται. καὶ ἐνια μὲν τῶν ἐπιλεγομένων δόξει προσπεφυκέναι ἀπαρτί, ἐνια δὲ πόρρω, οἷον περὶ τοῦ τὸν ἄρτον μὴ καταγνύναι, ὅτι πρὸς τὴν ἐν Αἰδου χρείαν οὐ συμ- 30 φέρει. αἱ δὲ προστιθέμεναι εἰκτολογίαι περὶ τῶν τοιούτων οὐκ εἰσὶ Πυθαγορικαί, ἀλλ᾽ ἐνίων ἐξωθεν ἐπισοφιζομένων καὶ πειρωμένων προσάπτειν εἰκότα λόγον, οἷον καὶ περὶ τοῦ νῦν λεχθέντος, διὰ τί οὐ δεῖ καταγνύναι τὸν ἄρτον. οἱ μὲν γὰρ φασιν, ὅτι οὐ δεῖ τὸν συνάγοντα διαλῦειν· τὸ γὰρ ἀρχαῖον βαρβαρικῶς πάντες ἐπὶ ἕνα ἄρτον συνῆψαν οἱ φίλοι· οἱ δ᾽ ὅτι οὐ δεῖ 35 οἴωνὸν ποιεῖσθαι τοιούτον ἀρχόμενον καταγνύντα καὶ συντερίβοντα.","prev":{"citation":"Testimonia Et Fragmenta 1.307.4","label":"1.307.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.307.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.307.4"},"next":{"citation":"Testimonia Et Fragmenta 1.308.3","label":"1.308.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.308.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.308.3"},"credit":{"text":"Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003121","quality":"ocr"}}