{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia Et Fragmenta 2.303.3","citation":"Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.303.3","ref":"2.303.3","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.303.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.303.3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.303.3.md","author":{"name":"Pythagoristae (D-K)","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k"},"work":{"title":"Testimonia Et Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta","urn":"urn:cts:greekLit:tlg2239.tlg001"},"verse":false,"words":441,"text":"8. IAMB. V. P. 200—213 περὶ δὲ δόξης τάδε φασὶ λέγειν αὐτούς. ἀνόητον 15 μέν εἶναι καὶ τὸ πάσῃ καὶ παντὸς δόξῃ προσέχειν. καὶ μάλιστα τὸ τῇ παρὰ τῶν πολλῶν γινομένῃ· τὸ γὰρ καλῶς ὑπολαμβάνειν τε καὶ δοξάζειν ὀλίγοις ὑπάρχειν. δῆλον γὰρ ὅτι περὶ τοὺς εἰδότας τοῦτο γίνεσθαι· οὗτοι δὲ εἰσὶν ὀλίγοι. ὥστε δῆλον ὅτι οὐκ ἂν διατείνῃ εἰς τοὺς πολλοὺς ἡ τοιαύτη δύναμις. ἀνόητον δ’ εἶναι καὶ πάσης ὑπολήψεως τε καὶ δόξης καταφρονεῖν· συμβήσεται γὰρ ἄμαθὶ τε καὶ 20 ἀνεπανόρθωτον εἶναι τὸν οὕτω διακειμένον. ἀναγκαῖον δ’ εἶναι τῷ μὲν ἀνεπιστήμονι μανθάνειν ἂ τυγχάνει ἄγνοῶν τε καὶ οὐκ ἐπιστάμενος, τῷ δὲ μανθάνοντι προσέχειν τῇ τοῦ ἐπισταμένου τε καὶ διδάξαι δυναμένου ὑπολήψει τε καὶ δόξῃ, καθόλου δὲ εἰπεῖν. ἀναγκαῖον εἶναι τοὺς σωθησομένους τῶν νέων προσέχειν ταῖς τῶν πρεσβυτέρων τε καὶ καλῶς βεβιωκότων ὑπολήψεσι τε καὶ δόξαις. 201, ἐν 25 δὲ τῷ ἀνθρωπίνῳ βίῳ τῷ σύμπαντι εἶναι τινὰς ἡλικίας ἐνδεασμένας οὕτω γὰρ καὶ λέγειν αὐτοὺς φασιν, ὡς οὐκ εἶναι τοῦ τυχόντος πρὸς ἀλλήλας συνεῖραι· ἐκκρούεσθαι γὰρ αὐτὰς ὑπ’ ἀλλήλων, ἐὰν τις μὴ καλῶς τε καὶ ὀρθῶς ἄρῃ τὸν ἄνθρωπον ἐκ γενετῆς. δεῖν οὖν τῆς τοῦ παιδὸς ἀγωγῆς καλῆς τε καὶ σώφρονος γινομένης καὶ ἀνδρικῆς πολὺ εἶναι μέρος τὸ παραδιδόμενον εἰς τὴν τοῦ νεανίσκου 30 ἡλικίαν, ὡσαύτως δὲ καὶ τῆς τοῦ νεανίσκου ἐπιμελείας τε καὶ ἀγωγῆς καλῆς τε καὶ ἀνδρικῆς καὶ σώφρονος γινομένης πολὺ εἶναι μέρος (τὸ) παραδιδόμενον εἰς τὴν τοῦ ἀνδρὸς ἡλικίαν, ἐπείπερ εἰς γε τοὺς πολλοὺς ἀτοπὸν τε καὶ γελοῖον εἶναι τὸ συμβαῖνον. 202, παῖδας μὲν γὰρ ὄντας οἰεῖσθαι δεῖν εὐτακτεῖν τε καὶ σωφρονεῖν καὶ ἀπέχεσθαι πάντων τῶν φορτικῶν τε καὶ ἀσχημόνων εἶναι δοκούντων, 35 νεανίσκους δὲ γενομένους ἀφεῖσθαι παρὰ γε δή τοις πολλοῖς ποιεῖν, ὅ τι ἂν βούλωνται. συρρεῖν δὲ σχεδὸν εἰς ταύτην τὴν ἡλικίαν ἀμφότερα τὰ γένη τῶν ἁμαρτημάτων· καὶ γὰρ παιδαριώδη πολλά καὶ ἀνδριώδη τοὺς νεανίσκους ἁμαρτάνειν. τὸ μὲν γὰρ φεύγειν ἅπαν τὸ τῆς σπουδῆς τε καὶ τάξεως γένος, ὡς ἀπλῶς εἰπεῖν, διώκειν δὲ τὸ τῆς παιγνίας τε καὶ ἀκολασίας καὶ ὕβρεως τῆς παιδικῆς εἴδος, τῆς 40 τοῦ παιδὸς ἡλικίας οἰκειότατον εἶναι. ἐκ ταύτης οὖν εἰς τὴν ἐχομένην ἡλικίαν ἀφικνεῖσθαι τὴν τοιαύτην διάθεσιν. τὸ δὲ τῶν ἐπιθυμιῶν τῶν ἰσχυρῶν, ὡσαύτως δὲ καὶ τὸ τῶν φιλοτιμιῶν γένος, ὁμοίως δὲ καὶ τὰς λοιπὰς ὀρμὰς τε καὶ διαθέσεις, ὅσαι τυγχάνουσιν οὖσαι τοῦ χαλεποῦ τε καὶ θορυβώδους γένους, ἐκ τῆς τοῦ ἀνδρὸς ἡλικίας εἰς τὴν τῶν νεανίσκων ἀφικνεῖσθαι. διόπερ πασῶν δεῖσθαι τῶν ἡλικιῶν 45 ταύτην πλείστης ἐπιμελείας. καθόλου δ’ εἰπεῖν, οὐδέποτε τὸν ἄνθρωπον ἑατέον εἶναι ποιεῖν, ὅ τι ἂν βούληται, ἀλλ’ ἀεὶ τινὰ ἐπιστατείαν ὑπάρχειν δεῖν καὶ ἄρχην νόμιμόν τε καὶ εὐσχήμονα, ἥς ὑπήκοος ἔσται ἕκαστος τῶν πολιτῶν. ταχέως γὰρ ἐξίστασθαι τὸ ζῷον ἕαθὲν τε καὶ ὀλιγωρηθὲν εἰς κακίαν τε καὶ φαυλότητα.","prev":{"citation":"Testimonia Et Fragmenta 2.303.2","label":"2.303.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.303.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.303.2"},"next":{"citation":"Testimonia Et Fragmenta 2.304.1.1-14","label":"2.304.1.1 to 2.304.1.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.304.1.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.304.1.1"},"credit":{"text":"Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003121","quality":"ocr"}}