{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Canticum 1","citation":"Septuaginta, Canticum 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0527.tlg031:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/septuaginta/canticum/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/1.md","author":{"name":"Septuaginta","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta"},"work":{"title":"Canticum","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum","urn":"urn:cts:greekLit:tlg0527.tlg031"},"verse":true,"words":231,"text":"ΑΣΜΑ ἀσμάτων, ὅ ἐστιν τῷ Σαλωμών.\nΦιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ·\nὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,\n§καὶ ὀσμὴ μύρων σου ὑπέρ πάντα τὰ 3 ἀρώματα·\nμύρον ἐκκενωθὲν ὄνομά σου.\nδιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,\nεἴλκυσάν σε·\nὀπίσω σου εἰς ὀσμὴν μύρσων σου δραμομεν.\nεἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ.\nἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί·\nἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·\nεὐθύτης ἠγάπησέν σε.\nΜέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰσραήλ,\nὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλωμών.\nμὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη,\nὅτι παρέβλεψέν με ὁ ἥλιος·\nυἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί,\nἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν·\nἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.\nἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου.\nποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ,\nμή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπʼ ἀγέλας ἑταίρων σου.\nἘὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν,\nἔξελθε οὺ ἐν πτέρναις τῶν ποιμνίων,\nκαὶ ποίμαινε τὰς ἐρίφους σου\nἐπὶ σκηνώμασιν τῶν ποιμένων.\nΤῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ\nὡμοἰωσά σε, ἡ πλησίον μου.\nτί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες,\nτράχηλός σου ὡς ὁρμίσκοις\nὁμοιώματα χρυσίου ποιήσομέν σοι\nμετὰ στιγμάτων τοῦ ἀργυρίου.\nἝως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ,\nνάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.\nἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί.\nἐν ἀμπελῶσιν Ἐνγαδδεί.\nἸδοὺ εἶ καλή, ἡ πλησίν μου.\nἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.\nἸδοὺ εἶ καλός. ἀδελφιδός μου.\nκαί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος.\nδοκοὶ σἴκων ἡμῶν κέδροι,\nφατνώματα ἡμῶν κυπάρισσοι.","prev":null,"next":{"citation":"Canticum 2","label":"Chapter 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/septuaginta/canticum/2"},"credit":{"text":"Septuaginta, Canticum, ed. Henry Barclay Swete D.D.. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg031.local002/","quality":"proofread"}}