{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Canticum 2","citation":"Septuaginta, Canticum 2","ref":"2","level":null,"urn":"urn:cts:greekLit:tlg0527.tlg031:2","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/septuaginta/canticum/2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/2.md","author":{"name":"Septuaginta","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta"},"work":{"title":"Canticum","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum","urn":"urn:cts:greekLit:tlg0527.tlg031"},"verse":true,"words":280,"text":"ἐγὼ ἄνθος τοῦ πεδίου,\nκρίνον τῶν κοιλάδων.\nὩς κρίνον ἐν μέσῳ ἀκανθῶν,\nοὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.\nὩς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,\nοὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν·\nἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα,\nκαὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.\nεἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,\nτάξατε ἐπʼ ἐμέ ἀγάπην.\nστηρίσατέ με ἐν μύροις,\nστοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.\nεὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου,\nκαὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.\nὭρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,\nἐν δυνάμεσιν καὶ ἐν ἰσχύσεσιν τοῦ ἀγροῦ,\nἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ.\nΦωνὴ ἀδελφιδοῦ μου·\nἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη,\nδιαλλόμενος ἐπὶ τοὺς βουνούς.\nὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι\nἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.\nἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν,\nπαρακύπτων διὰ τῶν θυρίδων\nἐκκύπτων διὰ τῶν δικτύων.\nἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι\nἈνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.\nὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν,\nὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ·\nτὰ ἄνθη ὤφθη ἐν τῇ γῇ,\nκαιρὸς τῆς τομῆς ἔφθακεν,\nφωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν·\nἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,\nαἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.\nἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.\nκαὶ ἐλθέ,\nσὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας,\nἐχόμενα τοῦ προτειχίσματος\nδεῖξόν μοι τὴν ὄψιν σου,\nκαὶ ἀκούτισόν με τὴν φωνήν σου,\nὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.\nπιάσατε ἡμῖν ἀλώπεκας\nμικροὺς ἀφανίζοντας ἀμπελῶνας·\nκαὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσαι.\nβελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ·\nὁ ποιμαίνων ἐν τοῖς κρίνοις,\nἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.\nἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ,\nτῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων\nἐπὶ ὄρη κοιλωμάτων.","prev":{"citation":"Canticum 1","label":"Chapter 1","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/septuaginta/canticum/1"},"next":{"citation":"Canticum 3","label":"Chapter 3","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/septuaginta/canticum/3"},"credit":{"text":"Septuaginta, Canticum, ed. Henry Barclay Swete D.D.. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg031.local002/","quality":"proofread"}}