{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Canticum 8","citation":"Septuaginta, Canticum 8","ref":"8","level":null,"urn":"urn:cts:greekLit:tlg0527.tlg031:8","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/septuaginta/canticum/8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/8.md","author":{"name":"Septuaginta","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta"},"work":{"title":"Canticum","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum","urn":"urn:cts:greekLit:tlg0527.tlg031"},"verse":true,"words":268,"text":"τίς δῴη σε ἀδελφιδόν μου, θηλάζοντα μαστοὺς μητρός μους\nεὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι.\nπαραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου\nκαὶ εἰς ταμεῖον τῆς συλλαβούσης με·\nποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ,\nεὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλὴν μου.\nἀπὸ νάματος ῥοῶν σου.\nκαὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.\nὭρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,\nἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,\nἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂυ θελήσῃ.\nTίς αὕτη ἡ ἀναβαίνουσα λελευκαθισμένη.\nἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς;\nὙπὸ μῆλον ἐξήγειρά σε·\nἐκεῖ ὠδίνησέν σε ἡ μήτηρ σου,\nἐκεῖ ὠδίνησέν σε ἡ τεκοῦσά σου.\nθές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου,\nὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου·\nὅτι κραταιὰ ὡς θάνατος ἀγάπη,\nσκληρὸς ὡς ᾂδης ζῆλος·\nπερίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·\nὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴυ ἀγάπην,\nκαὶ ποταμοὶ οὐ συνκλύσουσιν αὐτήν.\nἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῆ ἀγάπῃ,\nἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.\nἈδελφὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει.\nτί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν\nἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ;\nεἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπʼ αὐτὴν ἐπάλξεις ἀργυρᾶς·\nκαὶ εἰ θύρα ἐστίν, διαγράψωμεν ἐπʼ αὐτὴν σανίδα κεδρίνην.\nἘγὼ τεῖχος, καὶ μαστοί μου πύργοι·\nἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.\nἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεεθλαμών·\nἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν,\nἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.\nἀμπελών μου ἐμὸς ἐνώπιόν μου·\nοἱ χίλιοι Σαλωμών, καὶ οἱ διακόσιοι\nτοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.\nὉ καθήμενος ἐν κήποις,\nἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με.\nΦύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι\nἡ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων.","prev":{"citation":"Canticum 7","label":"Chapter 7","url":"https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/canticum/7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/septuaginta/canticum/7"},"next":null,"credit":{"text":"Septuaginta, Canticum, ed. Henry Barclay Swete D.D.. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg031.local002/","quality":"proofread"}}