{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Adversus mathematicos 337-2","citation":"Sextus Empiricus, Adversus mathematicos 337-2","ref":"337-2","level":null,"urn":"urn:cts:greekLit:tlg0544.tlg002:337-2","url":"https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/337-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/337-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/337-2.md","author":{"name":"Sextus Empiricus","url":"https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus"},"work":{"title":"Adversus mathematicos","url":"https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos","urn":"urn:cts:greekLit:tlg0544.tlg002"},"verse":false,"words":449,"text":"Παρεστακότες καὶ τὸ ἐκ τίνος ὕλης ἐστὶν ἡ ἀπόδειξις, ἀκολούθως πειρασόμεθα καὶ τοὺς σαλεύοντας αὐτὴν λόγους προχειρίσασθαι, σκεπτόμενοι, πότερον ἀκολουθεῖ τῇ ἐπινοίᾳ καὶ προλήψει ταύτης ἡ ὕπαρξις ἢ οὐδαμῶς. καίτοι τινὲς εἰώθασιν ἡμῖν, καὶ μάλιστα οἱ ἀπὸ τῆς Ἐπικούρου αἱρέσεως, ἀγροικότερον ἐνίστασθαι, λόγοντες “ἤτοι τί ἐστιν ἡ ἀπόδειξις, ἤ οὐ νοεῖτε. καὶ εἰ μὲν νοεῖτε καὶ ἔχετε ἔννοιαν αὐτῆς, ἔστιν ἀπόδειξις· εἰ δὲ οὐ νοεῖτε, πῶς ζητεῖτε τὸ μηδ’ ἀρχὴν νοούμενον ὐμῖν;” ταῦτα γὰρ λέγοντες ὑφ’ ἑαυτῶν σχεδὸν περιτρέπονται, ἐπείπερ τὸ μὲν παντὸς τοῦ ζητουμένου πρόληψιν καὶ ἔννοιαν δεῖν προηγεῖσθαι ὁμόλογόν ἐστιν. πῶς γάρ τις καὶ ζητῆσαι δύναται μηδεμίαν ἔννοιαν ἔχων τοῦ ζητουμένου πράγματος; οὔτε γὰρ ἐπιτυχὼν εἴσεται, ὅτι ἐπέτυχεν, οὔτε ἀστοχήσας, ὅτι ἠστόχησεν. ὥστε τοῦτο μὲν δίδομεν, καὶ γε ἀπέχομεν τοῦ λέγειν ἔννοιαν μὴ ἔχειν παντὸς τοῦ ζητουμένου πράγματος, ὧς καὶ ἀνάπαλιν πολλάς γ’ ἐννοίας αὐτοῦ καὶ προλήψεις ἔχειν ἀξιοῦν, καὶ χάριν τοῦ μὴ δύνασθαι ταύτας διακρίνειν καὶ τὴν ἐξ αὐτῶν κυριωτάτην ἀνευρεῖν εἰς ἐποχὴν καὶ ἀρρεψίαν περιίστασθαι. εἰ μὲν γὰρ μίαν εἴχομεν τοῦ ζητουμένου πράγματος πρόληψιν, κἂν ταύτῃ συνεξακολουθήσαντες τοιοῦτ’ ἐπιστεύομεν ὑπάρχειν, ὁποῖον κατὰ μίαν προσέπιπτεν ἔννοιαν· νῦν δ’ πολλὰς ἔχομεν τοῦ ἑνὸς ἐννοίας καὶ πολυτρόπους καὶ μαχομένας καὶ ἐπ’ ἴσης πιστὰς διά τε τὴν ἐν αὐταῖς πιδανότητα καὶ διὰ τὴν τῶν προισταμένων ἀνδρῶν ἀξιοπιστίαν, μήτε πάσαις πιστεῦσαι δυνάμενοι διὰ τὴν μάχην, μήτε πάσαις ἀπιστῆσαι τῷ μηδεμίαν ἄλλην ἔχειν αὐτῶν πιστοτέραν, μήτε τινὶ μὲν πιστεῦσαι, τινὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατ’ ἀνάγκην ἤλθομεν εἰς τὸ ἐπέχειν. ἀλλὰ γὰρ προλήψεις ἔχομεν τῶν πραγμάτων κατὰ τὸν ὑποδεδειγμένον τρόπον. καὶ διὰ τοῦτο, εἰ μὲν ἡ πρόληψις κατάληψις ὑπῆρχεν, ἴσως ἂν ἐν τῷ διδόναι τὸ πρόληψιν ἔχειν τοῦ πράγματος καὶ τὴν κατάληψιν τούτου συνωμολογοῦμεν· νῦν δ’ ἐπεὶ ἡ πρόληψις καὶ ἡ ἔννοια τοῦ πράγματος οὐχ ὕπαρξίς ἐστιν, ἐπινοεῖν μὲν αὐτό φαμεν, καταλαμβάνεσθαι δὲ μηδαμῶς διὰ τἀς προεκκειμένας αἰτίας, ἐπεί τοι, εἰ αἱ προλήψεις εἰσὶ κατ’ καταλήψεις, παρὰ μέρος καὶ ἡμεῖς πευσόμεθα αὐτῶν, πότερον ἔχει πρόληψιν καὶ ἐπίνοιαν ᾿Επίκουρος τῶν τεττάρων στοιχείων ἢ οὐκ ἔχει, καὶ εἰ μὲν οὐκ ἔχει, πῶς ἀντιλήψεται τοῦ ζητουμένου πράγματος, καὶ τοῦτο ζητήσει οὗ μηδὲ ἐπίνοιαν ἔχει; εἰ δὲ ἔχει, πῶς οὐ κατείληφε τὸ τέσσαρα εἶναι στοιχεῖα; ἀλλ’ οἶμαι ὅτι ἀπολογούμενοι φήσουσιν, ὧς ἐπινοεῖ μὲν Ἐπίκουρος τὰ τέσσαρα στοιχεῖα, οὐ κατείληφε δὲ πάντως· ψιλὸν γὰρ κίνημά ἐστι τῆς διανοίας ἡ ἐπίνοια, ἧς ἐχόμενος ἀντιλέγει τῷ εἶναι τέσσαρα στοιχεῖα. τοίνυν καὶ ἡμεῖς ἔχομεν ἐπίνοιαν τῆς ἀποδείξεως, καὶ ἀπὸ ταύτης ἐξετάσομεν, εἴτε ἔστιν εἴτε καὶ μή, ταύτην δὲ ἔχοντες οὐχὶ καὶ τὴν κατάληψιν ὁμολογήσομεν. Ἀλλὰ πρὸς μὲν τούτους καὶ αὖθίς ποτε λεχθήσεται· ἐπεὶ δὲ ἐμμεθόδους προσήκει ποιεῖσθαι τὰς ἀντιρρήσεις, ζητητέον, τίνι μάλιστα δεῖ ἀποδείξει ἐνίστασθαι. καὶ δὴ ἐὰν μὲν ταῖς ἐπὶ μέρους καὶ καθ’ ἑκάστην τέχνην ἀποδείξεσιν ἐνίστασθαι θέλωμεν, ἀμέθοδον ποιησόμεθα τὴν ἔνστασιν, ἀπείρων οὐσῶν τῶν τοιούτων ἀποδείξεων·","prev":{"citation":"Adversus mathematicos 333-2-336","label":"333 to 336","url":"https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/333-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/333-2"},"next":{"citation":"Adversus mathematicos 338-342","label":"338 to 342","url":"https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/338","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/338"},"credit":{"text":"Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/","quality":"proofread"}}