{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Antigone 2","citation":"Sophocles, Antigone 2","ref":"2","level":null,"urn":"urn:cts:greekLit:tlg0011.tlg002:2","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/2.md","author":{"name":"Sophocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles"},"work":{"title":"Antigone","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2","urn":"urn:cts:greekLit:tlg0011.tlg002"},"verse":true,"words":242,"text":"ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν\nΘήβᾳ τῶν προτέρων φάος,\nἐφάνθης ποτʼ, ὦ χρυσέας\nἁμέρας βλέφαρον,\nΔιρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,\nτὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ\nφυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ·\nὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους\nἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων\nὀξέα κλάζων\nἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,\nλευκῆς χιόνος πτέρυγι στεγανός,\nπολλῶν μεθʼ ὅπλων\nξύν θʼ ἱπποκόμοις κορύθεσσιν.\nστὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ\nλόγχαις ἑπτάπυλον στόμα\nἔβα, πρίν ποθʼ ἁμετέρων\nαἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων\nπευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη\nπάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.\nΖεὺς γὰρ μεγάλης γλώσσης κόμπους\nὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν\nπολλῷ ῥεύματι προσνισσομένους\nχρυσοῦ καναχῆς ὑπεροπλίαις,\nπαλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων\nἐπʼ ἄκρων ἤδη\nνίκην ὁρμῶντʼ ἀλαλάξαι.\nἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς\nπυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ\nβακχεύων ἐπέπνει\nῥιπαῖς ἐχθίστων ἀνέμων.\nεἶχε δʼ ἄλλᾳ τὰ μέν,\nἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης\nδεξιόσειρος.\nἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις\nταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον\nΖηνὶ τροπαίῳ πάγχαλκα τέλη,\nπλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς\nμητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν\nδικρατεῖς λόγχας στήσαντʼ ἔχετον\nκοινοῦ θανάτου μέρος ἄμφω.\nἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα\nτᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,\nἐκ μὲν δὴ πολέμων\nτῶν νῦν θέσθαι λησμοσύναν,\nθεῶν δὲ ναοὺς χοροῖς\nπαννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων\nΒάκχιος ἄρχοι.\nἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,\nΚρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς\nνεαραῖσι θεῶν ἐπὶ συντυχίαις\nχωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,\nὅτι σύγκλητον τήνδε γερόντων\nπροὔθετο λέσχην,\nκοινῷ κηρύγματι πέμψας;","prev":{"citation":"Antigone 1.90-99","label":"Episode 1, lines 1.90-1.99","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/1.90","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/1.90"},"next":{"citation":"Antigone 3.162-208","label":"Episode 3, lines 3.162-3.208","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/3.162","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/3.162"},"credit":{"text":"Sophocles, Ἀντιγόνη, ed. Francis Storr. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg002.local001/","quality":"proofread"}}