{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Antigone 6","citation":"Sophocles, Antigone 6","ref":"6","level":null,"urn":"urn:cts:greekLit:tlg0011.tlg002:6","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/6.md","author":{"name":"Sophocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles"},"work":{"title":"Antigone","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2","urn":"urn:cts:greekLit:tlg0011.tlg002"},"verse":true,"words":201,"text":"εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.\nοἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας\nοὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·\nὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν\nΘρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,\nκυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ\nδυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί.\nἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι\nπήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ,\nοὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπει\nθεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρ\nῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις,\nκατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρων\nἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς.\nτεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;\nτὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων,\nοὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ\nδυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.\nτό τʼ ἔπειτα καὶ τὸ μέλλον\nκαὶ τὸ πρὶν ἐπαρκέσει\nνόμος ὅδʼ, οὐδὲν ἕρπει\nθνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας.\nἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,\nπολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων·\nεἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις\nπροσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.\nτὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν\nτῷδʼ ἔμμεν ὅτῳ φρένας\nθεὸς ἄγει πρὸς ἄταν·\nπράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.\nὅδε μὴν Αἵμων, παίδων τῶν σῶν\nνέατον γέννημʼ· ἆρʼ ἀχνύμενος\nτάλιδος ἥκει μόρον Ἀντιγόνης,\nἀπάτης λεχέων ὑπεραλγῶν;","prev":{"citation":"Antigone 5.1","label":"Episode 5","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/5.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/5.1"},"next":{"citation":"Antigone 7.631-676","label":"Episode 7, lines 7.631-7.676","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/7.631","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/7.631"},"credit":{"text":"Sophocles, Ἀντιγόνη, ed. Francis Storr. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg002.local001/","quality":"proofread"}}