{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Antigone 9","citation":"Sophocles, Antigone 9","ref":"9","level":null,"urn":"urn:cts:greekLit:tlg0011.tlg002:9","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/9","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/9.md","author":{"name":"Sophocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles"},"work":{"title":"Antigone","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2","urn":"urn:cts:greekLit:tlg0011.tlg002"},"verse":true,"words":287,"text":"ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν\nστείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,\nκοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει\nτὰν Ἀχέροντος\nἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός\nπώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.\nοὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ\nἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,\nοὔτε φθινάσιν πληγεῖσα νόσοις\nοὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,\nἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ\nθνητῶν Ἅιδην καταβήσει.\nἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν\nΤαντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς\nπετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,\nὡς φάτις ἀνδρῶν,\nχιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις\nδειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.\nἀλλὰ θεός τοι καὶ θεογεννής,\nἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.\nκαίτοι φθιμένῃ μέγα κἀκοῦσαι\nτοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.\nζῶσαν καὶ ἔπειτα θανοῦσαν.\nοἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.\nοὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;\nὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·\nἰὼ Διρκαῖαι κρῆναι\nΘήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,\nοἵα φίλων ἄκλαυτος, οἵοις νόμοις\nπρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·\nἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα\nμέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.\nπροβᾶσʼ ἐπʼ ἔσχατον θράσους\nὑψηλὸν ἐς Δίκας βάθρον\nπροσέπεσες, ὦ τέκνον, πολύ·\nπατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.\nἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,\nπατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος\nἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.\nἰὼ ματρῷαι λέκτρων\nἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,\nοἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·\nπρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.\nἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,\nθανὼν ἔτʼ οὖσαν κατήναρές με.\nσέβειν μὲν εὐσέβειά τις,\nκράτος δʼ ὅτῳ κράτος μέλει\nπαραβατὸν οὐδαμᾷ πέλει·\nσὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.\nἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι\nτὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε\nλαμπάδος ἱερὸν ὄμμα\nθέμις ὁρᾶν ταλαίνᾳ.\nτὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον\nοὐδεὶς φίλων στενάζει.","prev":{"citation":"Antigone 8","label":"Choral 8","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/8"},"next":{"citation":"Antigone 10.1","label":"Episode 10","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/10.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-2/10.1"},"credit":{"text":"Sophocles, Ἀντιγόνη, ed. Francis Storr. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg002.local001/","quality":"proofread"}}