{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Oedipus at Colonus 13","citation":"Sophocles, Oedipus at Colonus 13","ref":"13","level":null,"urn":"urn:cts:greekLit:tlg0011.tlg007:13","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-4/13","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-4/13","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-4/13.md","author":{"name":"Sophocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles"},"work":{"title":"Oedipus at Colonus","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-4","urn":"urn:cts:greekLit:tlg0011.tlg007"},"verse":true,"words":361,"text":"τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος,\nσαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;\nμή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία\nχάλαζʼ ἐπιρράξασα; πάντα γὰρ θεοῦ\nτοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.\nἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν\nτύχην τις ἐσθλὴν τῆσδʼ ἔθηκε τῆς ὁδοῦ.\nτί δʼ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;\nῥοπὴ βίου μοι· καί σʼ ἅπερ ξυνῄνεσα\nθέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.\nτῷ δʼ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ;\nαὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,\nψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων.\nπῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;\nαἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε\nστράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.\nπείθεις με· πολλὰ γάρ σε θεσπίζονθʼ ὁρῶ\nκοὐ ψευδόφημα· χὤ τι χρὴ ποιεῖν λέγε.\nἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοι\nγήρως ἄλυπα τῇδε κείσεται πόλει.\nχῶρον μὲν αὐτὸς αὐτίκʼ ἐξηγήσομαι,\nἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.\nτοῦτον δὲ φράζε μή ποτʼ ἀνθρώπων τινί,\nμήθʼ οὗ κέκευθε μήτʼ ἐν οἷς κεῖται τόποις·\nὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε\nδορός τʼ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ.\nἃ δʼ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ,\nαὐτὸς μαθήσει, κεῖσʼ ὅταν μόλῃς μόνος·\nὡς οὔτʼ ἂν ἀστῶν τῶνδʼ ἂν ἐξείποιμί τῳ\nοὔτʼ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως.\nἀλλʼ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος\nτοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ\nσήμαινʼ, ὁ δʼ αἰεὶ τὠπιόντι δεικνύτω.\nχοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλιν\nσπαρτῶν ἀπʼ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,\nκἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν.\nθεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταν\nτὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·\nὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.\nτὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν.\nχῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,\nστείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα.\nὦ παῖδες, ὧδʼ ἕπεσθʼ· ἐγὼ γὰρ ἡγεμὼν\nσφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.\nχωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ με\nαὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα\nμοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.\nτῇδʼ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μʼ ἄγει\nἙρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.\nὦ φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν,\nνῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας.\nἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον\nκρύψων παρʼ Ἅιδην. ἀλλά, φίλτατε ξένων,\nαὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ\nεὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ\nμέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.","prev":{"citation":"Oedipus at Colonus 12.2-2","label":"Choral 12","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-4/12.2-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-4/12.2-2"},"next":{"citation":"Oedipus at Colonus 14","label":"Choral 14","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-4/14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-4/14"},"credit":{"text":"Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ, ed. Francis Storr. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg007.local001/","quality":"proofread"}}