{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Oedipus the King 2","citation":"Sophocles, Oedipus the King 2","ref":"2","level":null,"urn":"urn:cts:greekLit:tlg0011.tlg004:2","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-5/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-5/2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-5/2.md","author":{"name":"Sophocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles"},"work":{"title":"Oedipus the King","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-5","urn":"urn:cts:greekLit:tlg0011.tlg004"},"verse":true,"words":270,"text":"ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου\nΠυθῶνος ἀγλαὰς ἔβας\nΘήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,\nἰήιε Δάλιε Παιάν,\nἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον\nἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.\nεἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.\nπρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα\nγαιάοχόν τʼ ἀδελφεὰν\nἌρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,\nκαὶ Φοῖβον ἑκαβόλον, ἰὼ\nτρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,\nεἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει\nἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.\nὦ πόποι, ἀνάριθμα γὰρ φέρω\nπήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος\nᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα\nκλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν\nἰηίων καμάτων ἀνέχουσι γυναῖκες·\nἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν\nκρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον\nἀκτὰν πρὸς ἑσπέρου θεοῦ.\nὧν πόλις ἀνάριθμος ὄλλυται·\nνηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·\nἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες\nἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν\nλυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.\nπαιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος\nὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,\nεὐῶπα πέμψον ἀλκάν.\nἌρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων\nφλέγει με περιβόατον, ἀντιάζω\nπαλίσσυτον δράμημα νωτίσαι πάτρας\nἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας\nεἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων\nΘρῄκιον κλύδωνα·\nτελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,\nτοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται·\nτόν, ὦ τᾶν πυρφόρων\nἀστραπᾶν κράτη νέμων,\nὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,\nΛύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν\nβέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι\nἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους\nἈρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει·\nτὸν χρυσομίτραν τε κικλήσκω,\nτᾶσδʼ ἐπώνυμον γᾶς,\nοἰνῶπα Βάκχον εὔιον,\nΜαινάδων ὁμόστολον,\nπελασθῆναι φλέγοντʼ\nἀγλαῶπι ¯ ˘ ¯\nπεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.","prev":{"citation":"Oedipus the King 1.137-150","label":"Episode 1, lines 1.137-1.150","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-5/1.137","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-5/1.137"},"next":{"citation":"Oedipus the King 3.216-262","label":"Episode 3, lines 3.216-3.262","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-5/3.216","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-5/3.216"},"credit":{"text":"Sophocles, Οἰδίπους Τύραννος, ed. Francis Storr. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg004.local001/","quality":"proofread"}}