{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Women of Trachis 3","citation":"Sophocles, Women of Trachis 3","ref":"3","level":null,"urn":"urn:cts:greekLit:tlg0011.tlg001:3","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-7/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-7/3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-7/3.md","author":{"name":"Sophocles","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles"},"work":{"title":"Women of Trachis","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-7","urn":"urn:cts:greekLit:tlg0011.tlg001"},"verse":true,"words":393,"text":"πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει\nπάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,\nμήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.\nτὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται\nχώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ\nοὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,\nἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον\nἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ\nκληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,\nἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.\nτότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν\nπρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.\nπάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·\nἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.\nὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ\nὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις\nλείπει παλαιὰν δέλτον ἐγγεγραμμένην\nξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,\nπολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,\nἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.\nνῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι\nχρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις\nμοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,\nχρόνον προτάξας ὡς τρίμηνον ἡνίκα\nχώρας ἀπείη κἀνιαύσιον βεβώς,\nτότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ\nἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος\nτὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.\nτοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα\nτῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,\nὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε\nΔωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.\nκαὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου\nτοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·\nὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ\nφόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν\nπάντων ἀρίστου φωτὸς ἐστερημένην.\nεὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆ\nστείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.\nδέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων\nὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον\nκαὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης\nἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.\nτίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;\nτάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν\nἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.\nκαὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;\nἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ\nΛίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύων\nἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε\nπρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.\nαὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;\nοὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.\nκύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς\nκρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·\nτὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων\nοὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.\nοὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ\nξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.\nὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις,\nἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.\nφωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγης\nαἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶ\nφήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.","prev":{"citation":"Women of Trachis 2","label":"Choral 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-7/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-7/2"},"next":{"citation":"Women of Trachis 4.205-261","label":"Choral 4, lines 4.205-4.261","url":"https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-7/4.205","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sophocles/text-7/4.205"},"credit":{"text":"Sophocles, Τραχίνιαι, ed. Francis Storr. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg001.local001/","quality":"proofread"}}