{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmentum 1","citation":"Sosipater, Fragmentum 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0504.tlg002:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/sosipater-comic/fragmentum/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sosipater-comic/fragmentum/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/sosipater-comic/fragmentum/1.md","author":{"name":"Sosipater","url":"https://interlinea.aeterna-institute.org/library/greek/sosipater-comic"},"work":{"title":"Fragmentum","url":"https://interlinea.aeterna-institute.org/library/greek/sosipater-comic/fragmentum","urn":"urn:cts:greekLit:tlg0504.tlg002"},"verse":true,"words":374,"text":"Οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη,\nἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε·\nἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδόν\nεἶναι μάγειροί φασιν, οὐδὲν εἰδότες.\nὑπὸ τῶν τοιούτων δ' ἡ τέχνη λυμαίνεται.\nἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν,\nἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ' εἰσηγμένον,\nκαὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα\nἅπαντ' ἐφεξῆς εἰδόθ', ἕτερόν σοι τυχόν\nφανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι\nἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης\nἐγώ τε. τοῖς λοιποῖς δὲ προσπέρδου. Β. τί φής;\nΑ. ἐγώ. τὸ διδασκαλεῖον ἡμεῖς σώζομεν\nτὸ Σίκωνος. οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν.\nἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν Σίκων,\nἔπειτα μετὰ ταῦτ' εὐθὺς ἀρχιτεκτονεῖν.\nπερὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους·\nἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά.\nπρὸ τῆς τέχνης ἔσπευδε ταῦθ' ἡμᾶς μαθεῖν.\nΒ. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε.\nΑ. οὐκ ἀλλ' ἐν ὅσῳ προσέρχετ' ἐξ ἀγορᾶς ὁ παῖς,\nμικρὰ διακινήσω σε περὶ τοῦ πράγματος,\nἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον.\nΒ. Ἄπολλον, ἐργῶδές γ'. Α. ἄκουσον ὦγαθέ.\nδεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μέν\nπερὶ τῶν μετεώρων, τάς τε τῶν ἄστρων δύσεις\nκαὶ τὰς ἐπιτολάς, καὶ τὸν ἥλιον πότε\nἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν\nἐπάνεισι, κἀν ποίοισίν ἐστι ζῳδίοις.\nτὰ γὰρ ὄψα φασὶ πάντα καὶ τὰ βρώματα\nσχεδὸν ἐν περιφορᾷ τῆς ὅλης συντάξεως\nἑτέραν ἐν αὑτοῖς λαμβάνειν τὴν ἡδονήν.\nὁ μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδών\nτούτων ἑκάστοις ὡς προσῆκε χρήσεται·\nὁ δ' ἀγνοῶν ταῦτ' εἰκότως τυντλάζεται.\nπάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως\nἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται.\nΒ. ἐγὼ δ' ἐθαύμασ'; Α. ἀλλ' ὅμως ἐγὼ φράσω.\nτοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς\nλαβεῖν ὅσον δεῖ καὶ τὸ πνεῦμ' ἰδεῖν πόθεν\nἐστὶν μεγάλην χρείαν τίν' εἰς τὸ πρᾶγμ' ἔχει.\nὁ καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφοράν\nεἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα.\nτί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικά· * * * *\nἔγωγε τὸν μάγειρον. ἡ τάξις σοφόν\nἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ,\nἐν τῇ καθ' ἡμᾶς δ' ὥσπερ ἡγεῖται σχεδόν.\nτὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως\nἕκαστα, καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν,\nπότε δεῖ πυκνότερον ἐπαγαγεῖν, καὶ πότε βάδην,\nκαὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον, καὶ πότε\nεὔκαιρον αὐτῶν ἐστι τῶν ὄψων τὰ μέν\nθερμὰ παραθεῖναι, τὰ δ' ἐπανέντα, τὰ δὲ μέσως,\nτὰ δ' ὅλως ἀποψύξαντα—ταῦτα πάντα δή\nἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται\nμαθήμασιν. Β. τίς δή τι παραδείξας ἐμοί\nτὰ δέοντ' ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.","prev":{"citation":"Fragmentum Fragment tit","label":"Play Kat","url":"https://interlinea.aeterna-institute.org/library/greek/sosipater-comic/fragmentum/Fragment%20tit","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sosipater-comic/fragmentum/Fragment%20tit"},"next":null,"credit":{"text":"Sosipater Comic., Fragmentum. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0504.tlg002.local001/","quality":"proofread"}}