{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmentum 219","citation":"Straton, Fragmentum 219","ref":"219","level":null,"urn":"urn:cts:greekLit:tlg0507.tlg003:219","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum-2/219","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/straton-comic/fragmentum-2/219","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum-2/219.md","author":{"name":"Straton","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic"},"work":{"title":"Fragmentum","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum-2","urn":"urn:cts:greekLit:tlg0507.tlg003"},"verse":true,"words":351,"text":"⌞σφίγγ' ἄρρεν', οὐ μάγειρον, εἰς τὴν οἰκίαν⌟\n⌞εἴληφ'· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,⌟\n⌞ὧν ἂν λέγηι συνίημι· καινὰ ῥήματα⌟\n⌞πεπορισμένος⌟ πά⌞ρ⌟ε⌞στιν· ὡς εἰσῆλθε γά⌟ρ,\n⌞εὐθύς μ' ἐ⌟πηρώτησε ⌞προσβλέψας⌟ μέγα·\n⌞‘πόσους κ⌟έκληκας μέροπα⌞ς ἐπὶ δεῖ⌟πνον; λέγε.’\n’ἐγ⌞ὼ κέκ⌟ληκα μέροπας ἐπ⌞ὶ δεῖπνο⌟ν; χολᾶις.\nτοὺς δὲ μέροπας τούτους με γ⌞ιν⌟ώσκειν δοκεῖς;’\n’οὐδ' ἄρα παρέσται δαιτυμὼν οὐθεὶς ὅλως;’\nἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,\nὁ δεῖν', ὁ δεῖνα· κατ' ὄνομ' ἐπεπορευόμην·\nοὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.\nὁ δ' ἠγανάκτησ' ὥσπερ ἠδικημένος\nὅτι οὐ κέκληκα Δαιτυμόνα· καινὸν σφόδρα.\n’οὐδ' ἄρα θύεις ῥηξίχθον';’ ‘οὐκ’, ἔφην, ‘ἐγώ.’\n’βοῦν εὐρυμέτωπον;’ ‘οὐ θύω βοῦν, ἄθλιε.’\n’μῆλα θυσιάζεις ἆρα;’ ‘μὰ Δί', ἐγὼ μὲν οὔ.’\n’τὰ μῆλα πρόβατα.’ ‘μῆλα πρόβατ'; οὐκ οἶδ', ἔφην,\n’μάγειρε, τούτων οὐθέν, οὐδὲ βούλομαι·\nοὐδεὶς πάρεσται· τοῦτο γάρ, νὴ τὸν Δία,\nἔστι (ἔτι Dobree) κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν\n‵———′οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην·\n‵———′’οὐδεὶς παρέσται, φημί.’ ‘τί λέγεις; οὐδὲ εἷς;’\n‵———′οὐδέτερον αὐτῶν, προβάτιον δ'. ‘οὐκοῦν,’ ἔφη,\nἀγροικότερός εἰμ', ὥσθ' ἁπλῶς μοι διαλέγου.’\n⌞‘τὰς οὐλοχύτας φέρε δεῦρο.’ ‘τοῦτο δ' ἐστὶ τί;’⌟\n⌞‘κριθαί.’ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;’⌟\n⌞‘πηγὸς πάρεστι;’ ‘πηγός; οὐχὶ λαικάσει,⌟\n⌞ἐρεῖς σαφές⌟τ̣ε̣ρ̣⌞όν θ' ὃ βούλει μοι λέγε⌟ι̣ν̣;’\n⌞‘ἀτάσθα⌟λός γ' εἶ, πρέσβυ,’ φ⌞ησίν. ‘ἅλ⌟α φέρε·\n⌞τοῦτ' ἐ⌟σθ' ὁ πηγός, τοῦτο δεῖξον.’ χέρνιβον\n⌞παρῆ⌟ν· ἔθυεν, ἔλεγεν ἕτερα μυρία\nτ⌞ο⌟ι⌞αῦ⌟θ' ἅ, μὰ τὴν Γῆν, οὐδὲ εἷς συνῆκεν ἄν,\nμίστυλλα, μοίρας, δίπτυχ', ὀβελούς· ὥστ' ἔδει\nτὰ τοῦ Φιλιτᾶ λαμβάνοντα βυβλία\nσκοπεῖν ἕκαστον τί δύναται τῶν ῥημάτων.\nἀλλ' ἱκέτευον αὐτὸν ἤδη μεταβαλὼν\nἀνθρωπίνως λαλεῖν τι. τὸν δ' οὐκ ἄμ ποτε\nἔπεισεν ἡ Πειθὼ παραστᾶσ' αὐτόθι.\nκαί μοι δοκεῖ ῥαψωιδοτοιούτου τινὸς\nδοῦλος γεγονὼς ἐκ παιδὸς ἁλιτήριος\nἔπε̣[ιτ]α πεπλῆσθαι τῶν Ὁμήρου ῥημάτων.\n’Ὅμηρον οὐκ οἶσθα λέγοντα;’ ‘καὶ μάλα\nἐξῆν ὃ βούλοιτ', ὦ (βούλει τω A corr. Casaubon et Coraes) μάγειρ', αὐτῶι λέγειν.\nἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας;’\n’κατ' ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.’\n’Ὁμηρικῶς γὰρ διανοεῖ μ' ἀπολλύναι;’\n’οὕτω λαλεῖν εἴωθα.’ ‘μὴ τοίνυν λάλει\nοὕτω παρ' ἔμοιγ' ὤν.’ ‘ἀλλὰ διὰ τὰς τέτταρας\nδραχμὰς ἀποβαλῶ’, φησί, ‘τὴν προαίρεσιν;’","prev":{"citation":"Fragmentum Fragment 219 tit","label":"Fragment 219 tit","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum-2/Fragment%20219%20tit","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/straton-comic/fragmentum-2/Fragment%20219%20tit"},"next":null,"credit":{"text":"Straton Comic., Fragmentum. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0507.tlg003.local001/","quality":"proofread"}}