{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmentum 1","citation":"Straton, Fragmentum 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0507.tlg002:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/straton-comic/fragmentum/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum/1.md","author":{"name":"Straton","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic"},"work":{"title":"Fragmentum","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum","urn":"urn:cts:greekLit:tlg0507.tlg002"},"verse":true,"words":299,"text":"Σφίγγ' ἄρρεν', οὐ μάγειρον, εἰς τὴν οἰκίαν\nεἴληφ'· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεούς\nὅσ' ἂν λέγῃ συνίημι. καινὰ ῥήματα\nπεπορισμένος πάρεστιν· ὡς εἰσῆλθε γάρ\nεὐθύς μ' ἐπηρώτησε προσβλέψας μέγα,\n„πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.“\nἐγὼ κέκληκα Μέροπας ἐπὶ δεῖπνον; χολᾷς.\nτοὺς δὲ μέροπας τούτους με γιγνώσκειν δοκεῖς;\nοὐδεὶς παρέσται· τοῦτο γὰρ νὴ τὸν Δία\nἔστι κατάλοιπον, Μέροπας ἐπὶ δεῖπνον καλεῖν.\n„οὐδ' ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;“\nοὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην,\nἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,\nὁ δεῖν', ὁ δεῖνα· κατ' ὄνομ' ἀνελογιζόμην·\nοὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.\nοὐδεὶς παρέσται, φημί. „τί λέγεις; οὐδὲ εἷς;“\nσφόδρ' ἠγανάκτησ', ὥσπερ ἠδικημένος,\nεἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ.\n„οὐδ' ἄρα θύεις ἐρυσίχθον';“ οὐκ ἔφην ἐγώ.\n„βοῦν δ' εὐρυμέτωπον;“ οὐ θύω βοῦν, ἄθλιε.\n„μῆλα θυσιάζεις ἆρα;“ μὰ Δί' ἐγὼ μὲν οὔ,\nοὐδέτερον αὐτῶν, προβάτιον δ'. „οὐκοῦν, ἔφη,\nτὰ μῆλα πρόβατα. μανθάνεις;“ οὐ μανθάνω\nτούτων οὐδέν, οὐδὲ βούλομαι.\nἀγροικότερός εἰμ', ὥσθ' ἁπλῶς μοι διαλέγου.\n„Ὅμηρον οὐκ οἶδας λέγοντα;“ καὶ μάλα\nἐξῆν ὃ βούλοιτ', ὦ μάγειρ', αὐτῷ λέγειν.\nἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο πρὸς τῆς Ἑστίας;\n„κατ' ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.\nὉμηρικὸς γάρ.“ διανοεῖ μ' ἀπολλύναι;\n„οὕτω λαλεῖν εἴωθα.“ μὴ τοίνυν λάλει\nοὕτως παρ' ἐμοί γ' ὤν. „ἀλλὰ διὰ τὰς τέτταρας\nδραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν;\nτὰς οὐλοχύτας φέρε δεῦρο.“ τοῦτο δ' ἐστὶ τί;\n„κριθαί.“ τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;\n„πηγὸς πάρεστι;“ πηγός; οὐχὶ λαικάσει;\nἐρεῖς σαφέστερόν θ' ὃ βούλει μοι λέγειν;\n„ἀτάσθαλός γ' εἶ, πρέσβυ.“ φήσ'. „ἅλας φέρε.\nτοῦτ' ἔστι πηγός. ἀλλὰ δεῖξον χέρνιβα.“\nπαρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα\nτοιαῦθ' ἃ μὰ τὴν γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,\nμίστυλλα, μοίρας, δίπτυχ', ὀβελούς. ὥστε με\nτῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων\nσκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων·\nπλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν\nἀνθρωπίνως λαλεῖν τε. τὸν δ' οὐκ ἂν ταχύ\nἔπεισεν ἡ πειθὼ μὰ τὴν γῆν οἶδ' ὅτι.","prev":{"citation":"Fragmentum Fragment tit","label":"Play Pho","url":"https://interlinea.aeterna-institute.org/library/greek/straton-comic/fragmentum/Fragment%20tit","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/straton-comic/fragmentum/Fragment%20tit"},"next":null,"credit":{"text":"Straton Comic., Fragmentum. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0507.tlg002.local001/","quality":"proofread"}}