{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 813.1","citation":"Synesius, Epistulae 813.1","ref":"813.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/813.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/813.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/813.1.md","author":{"name":"Synesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae","urn":"urn:cts:greekLit:tlg2006.tlg001"},"verse":false,"words":355,"text":"καταχεῖν τοῦ τῶν ἀνθρώπων γένους ὅτι πάντων θηρίων ἀτολμότατον γέγονε. τὸ δὲ καὶ σὲ ταῦτόν ἐκείναις πλημμελεῖν, καὶ νύκτωρ ἐκδειματούσθαι καὶ διανίστασθαι, καὶ βοῶν παρ’ αὐτῇ τοῦ φρουρίου τὴν θύραν ἑστάναι τὸν βάρβαρον (τοιαῦτα γὰρ αἱ τις ἀπήγγειλε περὶ σοῦ) πῶς ἐτι ταῦτα οἴσται, κἂν ἀλλοῖος ἔοικεν εἶναι, ἐμὸν ἀδελφὸν ὄντα ἐπείτα δεῖλόν εἶναι; ἑγὼ γὰρ τὸν παρανατειλάσης εὐθὺς ἡμέρας ἐξίππασάμενος ὡς ἀνυστὸν πορρωτάτω, καὶ ὡς καὶ ὀφθαλμοῖς τὰ κατὰ τοὺς ἀπελάτας τούτους ἀπαντα πολυπραγμαονόω. οὐδὲ γὰρ ἀξίων καλεῖν αὐτοὺς πολεμίους, ἀλλὰ ληστὰς ἢ λωποδύτας ἢ τι τοιούτων ὄνομα μικροπρεπέστατον, οἱ μηδένα τῶν ἐρρωμένων ἐπιφερομένων ὑφίστανται, ἀλλὰ μόνους τοὺς καταπλήγας ἀποσφάττουσιν (268) ὡσπερ ἱερεῖα καὶ περιδύουσι. νύκτωρ δὲ αἱ μετὰ τῶν ἐφήβων περιπολοῦ τὸν λόφον, καὶ παρέχουσαις γυναιξὶ τοῦ καθεύδειν ἀδείαν, ἐπισταμέναις ὅτι πρὸ αὐτῶν τινὲς ἐγρηγόρῃσι. πάρεισι δὲ μοι καὶ στρατιῶται τοῦ τῶν Βαλαγριτῶν τάγματος. οὗτοι πρότερον μὲν ἡ Κερεαλίων ἀρχεῖν ἦσαν ἱπποτοξεῖται· τοῦτο δὲ κατασχόντος εἰς τὴν ἀρχήν, ἀπημπολήμενεν αὐτοὺς τῶν ἵππων, ἐνενόει μόνον τοξεῖται· ἐμοὶ δ’ οὐν ἀποχωρῶσι καὶ ἀνίπποι. δεῖ δὲ τοσείας ἡμῖν ὑπὲρ φρεάτων, ὑπὲρ τοῦ ποταμοῦ· ὕδωρ γὰρ οὐκ ἔχομεν εἰσω τοῦ περιβόλου. ἐπεὶ τί ἐκώλυε διαφέρειν τὴν πολιορκίαν αἰλουομένους τε καὶ κομιζόντας; νῦν δὲ ἡ κρατεῖν δεῖ μαχομένων ἢ ἀποθνήσκειν εἰς χεῖρας ἰόντας τοῖς πολεμίοις ἀντὶ τοῦ διψῆν. οὐ τί ἂν ἐλεεινότερον γένοιτο; ὥστε κἂν ὑπ’ ἀνάγκης ἄνδρες εἴημεν ἀγαθοί. καὶ σὺ δὴ προθυμοῦ καὶ ἑτέρους παρακαλεῖ, καὶ τὸ ζεύγος τῶν ἵππων τῶν ἀδηφάγων τῶν ἐπὶ τῷ φόρῳ τρεφομένων ἄγεσθαι κέλευε παρὰ σέ. πάντὸς μᾶλλον ἐν τοῖς τοιούτοις καιροῖς ἵππος οὐκ ἀχρείον κτῆμα. καὶ γὰρ προδραμεῖν τε καὶ κατασκέψασθαι καὶ ἀπαγγεῖλαι δι’ ἐλαχίστου, πάντα ταῦτα ἵππος ο δύναται ῥάδιως ποιεῖν. κἂν δὴ σοι τοξοτῶν, μεταπέμπτου καὶ ἡβουσι· τοὺς γὰρ κωπέας τοὺς Φυκουντίους οὐδ’ ἐγὼ θαρρῶ συμμάχους, ὡσπερ οὐδὲ τοὺς παρ’ ἐμοὶ κηπουρούς. ζητῶ δὲ ἄνδρας ὀλίγους οὐ ψευδομένους τὸν ἄνδρα. κἂν ἐπιτύχω τοιούτων (σὺν δέω δὲ εἰρήσθω), θαρρῶ. δεῖσαν δὲ ἀποθνήσκειν, ἐναῦθα τὸ φιλοσοφίας ὄφελος, τὸ μηδὲν ἄγεισθαι δεῖνον ἀναχωρήσαι τοῦ θυλακίου τῶν χρυσίλλων. εἰ δὲ πρὸς τὴν γυναῖκα καὶ τὸ παιδίον ἀτεχντὸς ἔσομαι, τοῦτο δὲ οὐ σφόδρα διεγγυῶμαι. ὡς ἔγωγε βουλοίμην ἂν τοσαύτα φιλοσοφίαν δύνασθαι. ἀλλὰ μὴ τί ποτε διάπειραν λάβοιμι, μή, ὦ σῶτερ, μή, ὦ ἐλευθερίε.","prev":{"citation":"Epistulae 812.2","label":"812.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/812.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/812.2"},"next":{"citation":"Epistulae 813.2-815.1","label":"813.2 to 815.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/813.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/813.2"},"credit":{"text":"Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003384","quality":"ocr"}}