{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 817.1","citation":"Synesius, Epistulae 817.1","ref":"817.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/817.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/817.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/817.1.md","author":{"name":"Synesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae","urn":"urn:cts:greekLit:tlg2006.tlg001"},"verse":false,"words":367,"text":"εἶδος προχειριζομένης τῆς μνήμης, καὶ ἐμβομβεῖ μου ταῖς ἀκοαῖς ἡ θαυμαστῶς γλυκεῖα τῶν ἱερῶν σου λόγων ἠχώ. σὺ δὲ ἡμῖν εἴπερ οὐχ οὕτως ἔχεις, ἀδικεῖς· εἰ δ' ἔχεις, οὐ μέγα ποιεῖς, ἀποδίδως γὰρ διαθέσεως ὀφλημα. ὅταν δὲ πρὸς τὴν ἐν φιλοσοφίᾳ κοινωνίαν ἀπίῃ καὶ φιλοσοφίαν ἔχειν τινι περὶ ἧς πολλὰ συγκεχρήκαμεν, ἐνταῦθα ἤδη τοῦ λογιαμοῦ γεγόμενος θεῷ βραβευτῇ τὴν συντυχίαν ἡμῶν ἀνατίθημι. οὐ γὰρ ἂν ἀπ' ἐλάττονος ἢ θείας αἰτίας Συνέσιος, ὁ τὸ πρᾶγμα ἥκιστα δημοσιευὼν καὶ πλεῖστοις μὲν συνὼν ἐπ' ἀνθρωπικαῖς δὲ κοινωνίαις τὰς συνουσίας ποιούμενος, φιλοσοφίαν δ' ἐν ἀρρήτῳ ἀρρητοτάτοις ἔχων, οὕτω προχείρως ἐμαυτὸν τε καὶ τὰ ἐμαυτοῦ κτήματα ἀνεκάλυψα ἀνδρὶ κατὰ βραχὺ δόντι μοι καὶ λαβόντι τὸν λόγον. ἐπεὶ δ' οὐ γέγονό τις οὕτως πρὸς ὃν ἐξωργησάμην τὰ τέως ἀνεκπυστα, καὶ τῆς σοφίας τοῦ Πρωτέως ἐπελαθόμην τέχνης (οὐ γὰρ ἄλλη τις ἦν ἢ συνεῖναι τοῖς ἀνθρώποις οὐ θείως ἀλλὰ πολιτικῶς), ἐπεὶ γέγονε τοῦτο, οὐ προθεμένης μοι τῆς γνώμης ἀλλ' ἀκατασκευοῦτον οὕτω παρελθόν, ἐγὼ θεὸν ἠγέμωνα τοῦ παραδεδοῦ λογίζομαι, παρ' οὗ τέλος αἰτήσομεν τῶν δι' αὐτὸν ἡρμημένων. καὶ δοίη μετ' ἀλλήλων φιλοσοφεῖν· εἰ δὲ μὴ τοῦτο, πάντως φιλοσοφεῖν. ὡς ἔγωγε ἐνόντας μοι τινὰς τῇ ψυχῇ λόγους περὶ τῆς ὑποθέσεως ἤν ἐπγραμμευοῦμεθα καταχέαι μέν οὐδὲν τῆς ἐπιστολῆς, οὐ μὴν τοῦτο ποιήσω. σοὶ μὲν γὰρ ἂν κατὰ θεὸν γένοιτο συγγενέσθαι καὶ ἡμῖν περὶ τούτων καὶ πολλεῖς ἀμείνων εἰδόσιν· ἐμοὶ δὲ οὐ καλῶς ἔχει γραμματείῳ πιστεύειν τὰ τοιαῦτα. τὸ γὰρ τῆς ἐπιστολῆς πρᾶγμα οὐκ ἐχέμυθον, ἀλλὰ φύσιν ἔχει τῷ περιτυχόντι προδιαλέγεσθαι. ἔρρωσο, καὶ φιλοσόρει καὶ διατέλει· τὸ ἐν ἡμῖν ἀνακεχωρισμένον ὅμμα ἀνορύττων. τὸ γὰρ τοῦ βίου ὀρθῶς, ἄτε ὃν ὁμαι προομίον τοῦ φρονεῖν, ὑπὸ τῶν ἀρχαίων καὶ φρονίμων ἀνδρῶν σπουδάζεσθαι κατεδείχθη. (274) μὴ καθαρώ γὰρ καθαροῦ ἐφάπτεσθαι φησιν οὐ θεμιτὸν ἡ θεσπεσίᾳ φωνή. οἱ πολλοὶ δὲ οὐ διὰ τὸ φρονεῖν ἀλλ' αὐτὸ δι' αὐτό, καὶ τελειότητα ἀνθρωπίνην ἤγγυται τὸ βιοῦν ὀρθῶς, τὴν ὅδον οὖν ὅδον ἀλλ' ἐφ' ὃ δεῖ δι' αὐτῆς φθᾶσαι νομιζόντες, κακῶς φρονούντες· σωφροσύνη γὰρ ἄλογος καὶ ἀτοχὴ χρεωδαισίας πολλὴ παρὰ πολλοῖς ἀλόγοις εἰδεσιν ἐνδέδεται παρὰ τῆς φύσεως. ἀλλ' οὐκ ἐπαινοῦμεν οὔτε χορώνην οὐτ' ἄλλο τι τῶν εὑρομένων φυσικὴν ἀρετήν, ὅτι φρονήσεως ἔρρημα. ἢ δὲ κατὰ νοῦν ζωὴ τέλος ἀνθρώπου. ταύτην μετιώμεν, θεοὺν τε αἰτοῦντες θεία φρονεῖν, καὶ αὐτοὶ τὸν δυνατὸν τρόπον τὸ φρονεῖν ἀπανταχόθεν συλλέγοντες.","prev":{"citation":"Epistulae 816.6","label":"816.6","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/816.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/816.6"},"next":{"citation":"Epistulae 817.2","label":"817.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/synesius-phil/epistulae/817.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/synesius-phil/epistulae/817.2"},"credit":{"text":"Synesius Phil., Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003384","quality":"ocr"}}