{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Liber Suntipae 40","citation":"Syntipas, Liber Suntipae 40","ref":"40","level":null,"urn":"urn:cts:greekLit:tlg3118.tlg001:40","url":"https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/40","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syntipas/text/40","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/40.md","author":{"name":"Syntipas","url":"https://interlinea.aeterna-institute.org/library/greek/syntipas"},"work":{"title":"Liber Suntipae","url":"https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text","urn":"urn:cts:greekLit:tlg3118.tlg001"},"verse":false,"words":394,"text":"„ἀνήρ τις ἦν πανοῦργος λίαν καὶ πόρνος· ὅταν δὲ ἤκουε περὶ γυναικὸς εὐμόρφου, πρὸς ἐκείνην εὐ- θὺς ἐπορεύετο ἕνεκεν ὁμιλίας. ἐδηλώθη οὖν αὐτῷ μιᾷ τῶν ἡμερῶν περί τινος γυναικὸς κατὰ πολὺ ὡραίας· καὶ ἅμα πρὸς ἐκείνην ἀπῆλθε τοῦ συμμι- γῆναι αὐτῇ. εἶχε δὲ ἡ γυνὴ παῖδα τριετῆ ὄντα. ἔτυχε δὲ τῇ ὥρᾳ ἐκείνῃ λέγειν τὸν παῖδα τῇ μητρί· „ποί- ησόν μοι μαγέρευμά τι φαγεῖν.“ ἡ δὲ γυνὴ ὁρῶσα τὸν ἄνδρα σπουδάζοντα πρὸς μῖξιν, λέγει αὐτῷ· „ὀλίγον μοι ἀκαρτέρησον, ἄνθρωπε, ἕως οὗ τὸ παι- „δάριον ἀναπαύσω.“ ὃ δὲ λέγει τῇ γυναικί· „κατὰ „τὸ παρὸν τὴν τοῦ παιδός σου φροντίδα ἔασον καὶ „τὰ τῆς ἐπιθυμίας μου πλήρωσον, μή πως ἀργήσω.“ ἣ δὲ ἀντέφησεν· „ἐὰν ἐγίνωσκες, ὦ ἄνθρωπε, τὴν „γνῶσιν τούτου μου τοῦ παιδός, οὐκ ἄν μοι τοιαῦτα „ἔλεγες ῥήματα.“ καὶ ταῦτα εἰποῦσα, διὰ συντόμων ἐγείρεται καὶ ὀρύζιον ἑψήσασα τῷ παιδὶ παρέθηκέν. ὁ δὲ παῖς, εἰ καὶ πολλὰ μικρὸς οὐκ ἦτον , ἀλλʼ οὖν ὑπῆρχε κλαίων καὶ τὴν μητέρα ἠνάγκαζε παραθεῖ- ναι αὐτῷ πλεῖον ὀρύζιον· ἔλεγε γὰρ ὅτι ,ἀκμὴν οὐκ „ἐχόρτανα, ἀλλʼ ὀρέγομαι περισσότερον.“ καὶ ἡ μή- τηρ ἐποίησε τὸ θέλημα τοῦ παιδίου. ὁ δὲ παῖς πά- λιν θέλων καὶ ἕτερον παράθεμα, πρὸς τὴν μητέρα ἐθρήνει. ὁ μέντοι ἀκόλαστος ἐκεῖνος λυπούμενος ἐπὶ τῇ τοῦ παιδὸς ἀνάγκῃ καὶ τῷ κλαυθμῷ, λέγει πρὸς αὐτόν· ,,πολλὰ εἶσαι, ὦ παῖ, ἀναίσχυντος καὶ „ἀχόρταστος καί, ὡς ὁρῶ, γνῶσιν ὅλως οὐκ ἔχεις. „εἰ γὰρ τὸ τοσοῦτον ἕψημα παρετίθετο πέντε ἀν- „δράσι, καὶ ἀρκετὸν ἦν αὐτοῖς ὥστε κορέσαι.“ ὁ δὲ παῖς αὐτῷ εἶπεν· „ἐκεῖνος μᾶλλον ἐστέρηται φρο- „νήσεως, ὅστις ἑαυτῷ ἐπιζητεῖ, καθάπερ σύ νῦν τῇ „ἐμῇ μητρί· λέγεις γὰρ ἀπρεπῶς [καὶ ἐπιζητεῖς] καὶ „πρᾶξιν μεταδιώκεις ἣν ὁ θεὸς μεμισημένην ἔχει καὶ „βδελύττεται. ἐν ἐμοὶ δὲ τί ὁρᾶς φρονήσεως ἐστε- „ρημένον; ἀλλὰ καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ, „ὅπερ ἀναισχυντίαν καλεῖς, τίνα ὅλως νομίζεις ζη- „μίαν πανθάνειν με; μᾶλλον μὲν (οὖν) καὶ οἱ „ὀφθαλμοί μου διὰ τῶν δακρύων καθαρθέντες ἐπὶ ,,πλεῖον διεφωτίσθησαν, καὶ οἱ μυκτῆρές μου τῆς ἐν ,,αὐτοῖς ἀκαθαρσίας ἐκαθαρίσθησαν, καὶ τὸ παρα- „τεθέν μοι ἑψητὸν πρὸς τροφὴν διὰ τοῦ κλαυθμοῦ „μου, εἴ τι καὶ ἤθελον, εὐκόλως μοι ἦλθε.“ τούτων τῶν λόγων τοῦ παιδὸς ἀκούσας ὁ ἀνὴρ ἐνόησεν ὡς τὸ παιδίον μεῖζόν ἐστι τῇ γνώσει ἢ αὐτός, καὶ ἀνα- στὰς αὐτίκα προσεκύνησεν αὐτό, εἰπὼν πρὸς αὐτύ· „ἀξιῶ, μὴ κατηγορήσῃς με περὶ ὧν ἐλάλησα πρὸς „σέ· οὐ γὰρ ἐγίνωσκον ὅτι τοσαύτην ἔχεις τὴν φρό- „νησιν.“ καὶ ταῦτα εἰπών ἀπῆλθε, μηδὲν ἀπρεπὲς ἐπὶ τῇ μητρὶ αὐτοῦ ἐργασάμενος.","prev":{"citation":"Liber Suntipae 38-39","label":"38 to 39","url":"https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/38","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syntipas/text/38"},"next":{"citation":"Liber Suntipae 41.1","label":"ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.","url":"https://interlinea.aeterna-institute.org/library/greek/syntipas/text/41.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/syntipas/text/41.1"},"credit":{"text":"Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ, ed. Michael Andreopulus, Alfred Eberhard. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3118.tlg001.local001/","quality":"proofread"}}