{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 130.2","citation":"Theages, Fragmenta 130.2","ref":"130.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/theages/fragmenta/130.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theages/fragmenta/130.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theages/fragmenta/130.2.md","author":{"name":"Theages","url":"https://interlinea.aeterna-institute.org/library/greek/theages"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/theages/fragmenta","urn":"urn:cts:greekLit:tlg1710.tlg001"},"verse":false,"words":308,"text":"Καθόλου μὲν ὧν ἀρετὰ συναρμογὰ τὶς ἐντὶ τῶν ἀλόγων μερῶν τὰς ψυχὰς ποτὶ τὸ λόγον ἔχον. γίνεται δὲ αὐτὰ τῷ τὸν κατὰ τὰν ἄδονὰν καὶ τὰν λύπαν ὁρον ἐπιδέξασθαι τὸν τοῦ δέοντος. οὐδὲν γὰρ ἄτερων ἀλαπινὰ ἀρετὰ εἰ μὴ ἐξὶς τῷ δέοντος· αὐτὸ δὲ τὸ δέον ἐντὶ ὅπερ δεῖ ἡμεν, τὸ δὲ μὴ δέον ὅπερ οὐ δεῖ ἡμεν. τῷ δὲ μὴ δέοντος εἴδεα δύο, τὸ μὲν ὑπερβολὰ τὸ δ᾽ ἐλλειψις. καὶ ὑπερβολὰ μὲν ἐντὶ τὸ πλέον τῷ δέοντος, ἔλλειψις δὲ τὸ ἔλαττον τῷ δέοντος. Τὸ δὲ δέον αὐτὸ ἐνὶ ὅπερ δεῖ ἡμεν καὶ ἄχρον ἂν ὑπάρχοι καὶ μέσον· ἄχρον μὲν ὅτι οὐτ᾽ ἀφαιρεσίος οὔτε προσθέσιος δέεται, μέσον δὲ ὅτι μεταξὺ ἐντὶ τὰς ὑπερβολὰς καὶ τὰς ἐλλειψις. Ἔχει δὲ τὸ δέον καὶ τὸ μὴ δέον ποτ᾽ ἄλλαλα οὕτως ὡσπερ τὸ ἴσον καὶ τὸ ἄνισον, καὶ τὸ τεταγμένον καὶ τὸ ἄτακτον, ταῦτα δ᾽ ἐντὶν ἀμφοτέρα τὸ πεπερασμένον καὶ τὸ ἄπειρον, καὶ διὰ τοῦτο τῷ ἄνισω τὰ μέρει λέγεται ποτὶ τὸ μέσον, ἄλλ᾽ οὐ ποτ᾽ ἄλλαλα. ἀμϕειδεά τε γὰρ ὀνομάζεται γωνία ἂ μέσων ὁρθὸς, δεξία δὲ ἂ μείων ὁρθῆς, καὶ μείων μὲν εὐθεῖα ἂ ὑπερέχουσα τὰν ἐκ τῶν κέντρων καὶ μακροτέρα μὲν ἄμερα ἰσημερινῆς. Καὶ ται νόσοι δὲ γίνονται τῷ σώματος διὰ τὸ θερμότερον ἢ χρυμωδέστερον γίνεσθαι τὸ σῶμα· τὸ μὲν γὰρ θερμότερον ἐντὶ τὸ πλέον τῷ μετρίῳ, τὸ δὲ χρυμωδέστερονν ἔλαττον τούτω. Ἔχει δὲ γε καὶ ἂ ψυχὰ καὶ ἂ περὶ αὐτὰν διάθεσις τὰν ἀναλογίαν ταύταν. ἂ μὲν γὰρ θρασυτάς ἐντὶ ὑπερβολὰ τῷ δέοντος ἐν ὑποστάσει δεινῶν, ἂ δὲ δειλότας ἐλλειψις τῷ αὐτῷ. καὶ ἂ μὲν ἀσωτία ὑπερβολὰ τῷ δέοντος ἐν δαπάναι χρημάτων, ἂ δ᾽ ἀνελευθερία ἐλλειψις τῷ αὐτῷ. καὶ ἂ μὲν ὀργὰ ἐντὶ ὑπερβολὰ τῷ δέοντος ἐν ὀριμῇ θυμῷ, ἂ δ᾽ ἀναλγησία ἐλλειψις τούτω. Ὁ δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων διαθεσίων τῶν ἀντικειμένων. Δεῖ δ᾽ ἐξὶν τὸ δέοντος ὑπάρχοισαν τὰν ἀρετὰν καὶ μεσότητα τῶν παθῶν μὴτ᾽ ἀπαθὲα","prev":{"citation":"Fragmenta 130.1","label":"130.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/theages/fragmenta/130.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theages/fragmenta/130.1"},"next":{"citation":"Fragmenta 131.1","label":"131.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/theages/fragmenta/131.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theages/fragmenta/131.1"},"credit":{"text":"Theages, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003415","quality":"ocr"}}