{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epigrammata 6","citation":"Theocritus, Epigrammata 6","ref":"6","level":null,"urn":"urn:cts:greekLit:tlg0005.tlg005:6","url":"https://interlinea.aeterna-institute.org/library/greek/theocritus/epigrammata/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theocritus/epigrammata/6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theocritus/epigrammata/6.md","author":{"name":"Theocritus","url":"https://interlinea.aeterna-institute.org/library/greek/theocritus"},"work":{"title":"Epigrammata","url":"https://interlinea.aeterna-institute.org/library/greek/theocritus/epigrammata","urn":"urn:cts:greekLit:tlg0005.tlg005"},"verse":true,"words":184,"text":"ΘΕΟΚΡΙΤΟΥ\nΤὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα\nἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν,\nταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,\nΔελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε·\nβωμὸν δ' αἱμάξει κεραὸς τράγος, οὗτος ὁ μᾶλος,\nτερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.\nΤΟΥ ΑΥΤΟΥ\nἮλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱὸς\nἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος\nΝικίᾳ, ὅς μιν ἐπ' ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται\nκαὶ τόδ' ἀπ' εὐώδους γλύψατ' ἄγαλμα κέδρου,\nἨετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς\nμισθόν· ὁ δ' εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.\nΤΟΥ ΑΥΤΟΥ\nὙμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις\nτὤγαλμα Ξενοκλῆς, τοῦτο τὸ μαρμάρινον,\nμουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίᾳ δ' ἐπὶ τᾷδε\nαἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.\n[ΤΟΥ ΑΥΤΟΥ]\nΔαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ', ὦ Διόνυσε,\nκαὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς,\nμέτριος ἦν ἐν πᾶσι· χορῷ δ' ἐκτάσατο νίκαν\nἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.\nΤΟΥ ΑΥΤΟΥ\nἉ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεὸν εἰπὼν\nΟὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας\nοἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον ἔσχε\nξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν\nἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ\nἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.","prev":null,"next":{"citation":"Epigrammata 7","label":"Book 7","url":"https://interlinea.aeterna-institute.org/library/greek/theocritus/epigrammata/7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theocritus/epigrammata/7"},"credit":{"text":"Theocritus Bucol., Epigrammata. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0005.tlg005.local001/","quality":"proofread"}}