{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmentum 722.3-726.2","citation":"Theognis, Fragmentum 722.3-726.2","ref":"722.3","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/722.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/722.3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/722.3.md","author":{"name":"Theognis","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-2"},"work":{"title":"Fragmentum","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum","urn":"urn:cts:greekLit:tlg0313.tlg001"},"verse":false,"words":283,"text":"ὁ θυμὸς ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει. ἐὰν ἴδῃς πρὸς ὕψος ἡρμένον τινὰ λαμπρῷ τε πλοῦτῳ καὶ γένει γαυρούμενον ὀφρύν τε μείζω τῆς τύχης ἐπηροκότα, τοῦτον ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα. κρινεῖ τίς αὐτὸν πώποτ' ἀνθρώπων μέγαν, ὃν ἐξαλείψει πρόφασις ἢ τυχοῦσ' ὅλον; ἅπαντες ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί, αὐτοὶ δ' ἁμαρτάνοντες οὐ γινώσκομεν. οὐδεὶς ἐπαίνον ἡδοναῖς ἐκτήσατο. οὔτ' ἐκ χειρὸς μεθέντα καρτερὸν λίθον δῶν κατασχέιν οὔτ' ἀπὸ γλώσσης λόγον. μὴ κάμνε πατρίδα σὴν λαβεῖν πειρώμενος. μηδὲν δύνασθαι, τάμφανή δ’ ὀψήλ’ ἄγειν. ὅστις κατ’ ἰσχὺν πρῶτος ὢν ἠτάξετο ἢ τόξα πάλλων ἢ μάχη δορὸς σθένων, τοῦτον τυραννεῖν τῶν καικίων ἐχρῆν. πολλοῦ γὰρ χρυσοῦ καὶ πλοῦτον χρείσσον πάτρα σώφρονι ναίειν. τὸ δὲ σύντροφον ἄδύ τι θνητοῖς ἐν βίῳ χωρεῖ. ἅπας μὲν ἅηρ αἰετῷ περάσιμος, ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς. οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον· χρῆν γὰρ τύχας μὲν τὰς μάτην πλανωμένας ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὤν ἄνηρ σὺν τοῖσι δεινοῖς αὔξεται κλῆος βροτοῖς. νεανίας γὰρ ὅστις ὤν Ἄρη στυγῆ, κόμη μόνον καὶ σάρκες, ἔργα δ’ οὐδαμοῦ. δρᾶς τὸν εὐτράπεζον ὡς ἥδὺς βίος ὅ τ’ ὀλβος ἐξωθὲν τίς ἐστι πραγμάτων· ἀλλ’ οὐκ ἔνεστι στέφανος οὐδ’ ἐνανδρία, εἰ μὴ τι καὶ τολμῶσι κινδύνου μέτα· οἱ γὰρ πόννοι τίκτουσι τὴν ἐνανδρίαν, ἡ δ’ εὐλάβεια σκότον ἔχει καθ’ Ἑλλάδα, τὸ διαβῶναι μόνον ἀεὶ θηρωμένη. βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἔδω πρὸς τὴν δίκην ἄγοιμ’ ἂν οὐ τρέσας θεούς· κακὸν γὰρ ἄνδρα χρη κακῶς πᾶσχειν ἀεί. ἀλλ’ οὐ πρέπει τύραννον, ὡς ἐγὼ φρονῶ, οὐδ’ ἄνδρα χρηστὸν νεῖκος αἱρεσθαι κακοῖς· τιμὴ γὰρ αὕτη τοῖσιν ἀσθενεστέροισι. μισῶ δ’ ὅταν τις καὶ χθονὸς στρατηλάτης μὴ πᾶσι πάντων προσφέρῃ μειλίγματα. ἔρωτα δεινὸν ἔχομεν· ἐκ δ’ ἐμῶν λόγων ἔλοῦ τὰ βέλτισθ’· ὡς ἄπιστόν ἐστ’ ἔρως κἄν τῷ κακίστῳ τῶν φρενῶν οἰκεῖν φιλεῖ.","prev":{"citation":"Fragmentum 717.2-721.8","label":"717.2 to 721.8","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/717.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/717.2"},"next":{"citation":"Fragmentum 726.6-730.2","label":"726.6 to 730.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/726.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/726.6"},"credit":{"text":"Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003462","quality":"ocr"}}