{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Elegiae 218.1-221.7","citation":"Theognis, Elegiae 218.1-221.7","ref":"218.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/218.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/218.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/218.1.md","author":{"name":"Theognis","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg"},"work":{"title":"Elegiae","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae","urn":"urn:cts:greekLit:tlg0002.tlg001"},"verse":false,"words":297,"text":"\"Ἄνδρα τοι ἔστ' ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι, ὡς ἐν ἐμοὶ γνώμη, Κύρνε, πάλαι κέκριται. \"Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον μὴ πίνουσ' ἄστρου καὶ κυνὸς ἄρχομένου. Λευρὸ σὺν ἀυλητῆρι· παρὰ κλαίοντι γελῶντες πίνωμεν, κείνου κήδεσι τερπόμενοι. Εὐδωμεν· φυλακὴ δὲ πόλεως φυλάκεσσι μελήσει ἀστυφέλης ἑρατῆς πατρίδος ἡμετέρας. Ναὶ μὰ Δι', εἰ τις τῶνδε καὶ ἐγκεκαλυμμένος εὔδει, ἡμέτερον κῶμον δέξεται ἀρπαλέως. Νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες· ἅσσα δ' ἔπειτ' ἔσται, ταῦτα θεοῖσι μέλει. Σοὶ δ' ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτὸς ἔσθλά· σὺ δ' ἐν θυμῷ καὶ φρεσὶ ταῦτα βάλεν· μὴ ποτ' ἐπειγόμενος πρῆξης χρέος, ἀλλὰ βαθεῖη σῇ φρενὶ βούλευσαι σῷ ἀγαθῷ τε νόῳ. τῶν γὰρ μαινομένων πέτεται θυμὸς τε νόος τε, βουλὴ δ’ εἰς ἀγαθὸν καὶ νόος ἐσθλὸν ἄγει. 1055 Ἄλλὰ λόγον μὲν τοῦτον ἔασομεν, αὐτὰρ ἐμολ σύ αὐλεῖ, καὶ Μουσῶν μνησόμεθ’ ἀμφότεροι. αὐταὶ γὰρ τάδ’ ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα σοὶ καὶ ἐμολ τιμὴν κάμφιπεριχτίοσιν. Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν δρῶντι 1060 γινώσκειν χαλεπόν, καίπερ ὄντι σοφῷ. οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσιν πλοῦτον, τοὶ δ' ἀρετὴν οὐλομένην πενίην. 'Εν δ' ἥβη πάρα μὲν ξυν ὁμήλικι καλ λῆθ' εὐδειν, ἡμερῶν ἔργων ἐξ ἔρον ἵμενον, 1065 ἐστι δὲ χωμάζοντα μετ' ἀλητῆρος ἀείδειν. τούτων οὐδὲν ἄρ' ἤν ἀλλ' ἐπιτερπνότερον ἀνδράσιν ἤδὲ γυναιξί· τί μοι πλοῦτός τε καὶ αἰδώς; τερπωλὴ νικᾷ πάντα σὺν εὐφροσύνῃ. \"Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οὔτε θανόντας 1070 κλαίουσ', οὐδ' ἥβης ἄνθος ἀπολλύμενον. Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἥθος συμμίξγων ὀργὴν οἷος ἕκαστος ἔφυ. νῦν μὲν τῶδ’ ἐφέπου, τότε δ’ ἄλλοιὸς πέλευ ὀργὴν· χρείσσων τοι σοφίῃ καὶ μεγάλης ἀρετῆς. 1075 Πρήγματος ἀπρήκτον χαλεπώτατόν ἐστι τελευτὴν γνῶναι, ὅπως μέλλει τοῦτο θεὸς τελέσθαι· ὄφνη γὰρ τέταται· πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι οὐ ξυνετὰ θνητοῖς πείρατ’ ἀμηχανίης. Οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ὄντα, 1080 οὐδὲ μὲν αἰνήσω δειλὸν ὄντα φίλον. 1081a Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέχῃ ἄνδρα","prev":{"citation":"Elegiae 215.1-217.14","label":"215.1 to 217.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/215.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/215.1"},"next":{"citation":"Elegiae 221.11-224.9","label":"221.11 to 224.9","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/221.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/221.11"},"credit":{"text":"Theognis Eleg., Elegiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003460","quality":"ocr"}}