{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Elegiae 236.5-238.7","citation":"Theognis, Elegiae 236.5-238.7","ref":"236.5","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/236.5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/236.5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/236.5.md","author":{"name":"Theognis","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg"},"work":{"title":"Elegiae","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae","urn":"urn:cts:greekLit:tlg0002.tlg001"},"verse":false,"words":286,"text":"1245 Οὐποθ’ ὕδωρ καὶ πῦρ συμμίγεται· οὐδὲ ποθ’ ἡμεῖς πιστοὶ ἐπ’ ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα. Φρόντισον ἕχθος ἐμὸν καὶ ὑπέρβασιν, ἵσθι δὲ θυμῷ, ὡς σ’ ἐφ’ ἀμαρτωλῇ τίσομαι ὡς δύναμαι. Παῖ, σὺ μὲν αὐτὸς ἵππος, ἐπεὶ κριδῶν ἐχορέσθης, 1250 αὖθις ἐπὶ σταθμοὺς ἦλθες ἡμετέρους, ἡνιοχὸν τε ποδῶν ἀγαθὸν λειμῶνά τε καλόν κρήνην τε ψυχρὴν ἄλσεά τε σκιερά. Ὀλβιος, ὦ παῖδες τε φίλοι καὶ μώνυχες ἵπποι θηρευταὶ τε κύνες καὶ ξένοι ἄλλοδαποί. 1255 Ὅστις μὴ παῖδάς τε φιλεῖ καὶ μώνυχας ἵππους καὶ κῦνας, οὐποτέ οἱ θυμὸς ἐν εὐφροσύνῃ. Ὦ παῖ, ὃς ἰκτίνοισι πολυπλάγκτοισιν ὁμοῖος ὀργήν, ἄλλοτε τοῖς, ἄλλοτε τοῖσι φιλέαι. Ω παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλ’ ἐπίκειται καρτερὸς ἀγνώμων σῇ κεφαλῇ στέφανος· ἰκτίνον γὰρ ἔχεις ἀχιστρόφον ἐν φρεσὶν ἥθος, ἄλλων ἀνθρώπων ὅμασι πειθόμενος. Ω παῖ, ὃς ἐν ἐρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν, οὔδ’ τις ἀντ’ ἀγαθῶν ἐστὶ χάρις παρὰ σοί· οὐδὲν πώ μ’ ὤνησας· ἐγὼ δὲ σὲ πολλάκις ἤδη ἐν ἐρδων αἰδοῦς οὐδεμιῆς ἐτυχον. Παῖς τε καὶ ἵππος ὁμοῖον ἔχει νόον· οὔτε γὰρ ἵππος ἡνίοχον κλαίει κείμενον ἐν κονίῃ, ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαΐσι χορεσθείς· ὡς δ’ αὐτὸς καὶ παῖς τὸν παρεόντα φιλεῖ. Ω παῖ, μαργσύνης ἀπὸ μὲν νόον ὤλεσας ἐσθλόν· αἰσχύνῃ δὲ φίλοις ἡμετέροισι γένου, ἄμμε δ’ ἀνέψυχας μικρὸν χρόνον· ἐκ δὲ Θυελλῶν ἥκα γ’ ἐνωρίσθην νυκτὸς ἐπειγόμενος. Ωραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆ ἄνθεσιν εἰαρινοῖς θάλλει ἀξεομένη, τῆμος Ἕρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον, εἰσὶν ἐπ’ ἀνθρώπους σπέρμα φέρων κατὰ γῆς. Οὐκ ἔθέλω σε κακῶς ἔρδειν, οὐδ’ εἰ μοι ἄμεινον πρὸς θεῶν ἀθανάτων ἔσσεται, ὦ καλὲ παῖ· οὐ γὰρ ἀμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι, τῶν δὲ καλῶν παίδων οὐ τίσις οὐδ’ ἀδίκων. Ὦ παῖ, μὴ μ’ ἀδίκηι, ἐτι σοι καταθύμιος εἶναι βούλομαι, εὐφροσύνη τοῦτο συνεῖς ἀγαθή· οὐ γὰρ τοί με δόλω παρελεύσεαι οὐδ’ ἀπατήσεις·","prev":{"citation":"Elegiae 233.21-236.1","label":"233.21 to 236.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/233.21","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/233.21"},"next":{"citation":"Elegiae 238.10-240.8","label":"238.10 to 240.8","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/238.10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/238.10"},"credit":{"text":"Theognis Eleg., Elegiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003460","quality":"ocr"}}