{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Elegiae 240.11-242.13","citation":"Theognis, Elegiae 240.11-242.13","ref":"240.11","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/240.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/240.11","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/240.11.md","author":{"name":"Theognis","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg"},"work":{"title":"Elegiae","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae","urn":"urn:cts:greekLit:tlg0002.tlg001"},"verse":false,"words":296,"text":"1325 μεριμνῶν δ’ ἀπόπαυε κακὰς, δὸς δ’ εὐφροσὶ θυμῷ μέτρ’ ἥβης τελέσαντ’ ἔργματα σωφροσύνης. Ω παῖ, ἕως ἂν ἔχῃς λείαν γένυν, οὐποτε σαίνων παύσομαι, οὐδ’ εἴ μοι μόρσιμόν ἐστι θανεῖν. Σοί τε διδoὺν ἐπὶ καλόν, ἐμοὶ τ’ οὐχ αἰσχρὸν ἐρώτι 1330 αἰτεῖν· ἀλλὰ γονέων λίσσομαι ἡμετέρων· αἰδέο μ’, ὦ παῖ (καλέ), διδoὺς χάριν, εἴ ποτε καὶ σύ ἔξεις Κυπρογενoὺς δῶρον ἰοστεφάνου, χρηζῶν καὶ ἐπ’ ἄλλον ἐλεύσεαι, ἀλλὰ σε δαίμων δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων. 1335 Ὀλβιος ὅστις ἐφῶν γυμνάζεται, οἴκαδε δ’ ἐλθὼν εὔδει σὺν καλῷ παιδὶ πανημέριος. Οὐκέτ’ ἐφῶ παιδός, χαλεπὰς δ’ ἀπελάκτισ’ ἄνίας, μόχθους τ’ ἀργαλέους ἄσμενος ἐξέφυγον, ἐκλέλυμαι δὲ πόθον πρὸς εὐστεφάνου Κυθερείης· 1340 σοὶ δ’, ὦ παῖ, χάρις ἐστ’ οὐδεμία πρὸς ἐμοῦ. Αἰαἰ, παιδὸς ἐφῶ ἀπαλόχρως, ὃς με φίλοισιν πᾶσι μᾶλ’ ἐκφαίνει, κοῦν ἐθέλοντος ἐμοῦ· τλήσομαι οὐ κρύψας ἀκοντσία πολλὰ βίαια· οὐ γὰρ ἐπ’ αἰκείᾳ παιδὶ δαμεὶς ἐφάνην. 1345 Παιδοφιλεῦν δέ τι τερπνόν, ἐπεὶ ποτε καὶ Γανυμήδους ἥρατο καὶ Κρονίδης, ἀθανάτων βασιλεύς, ἀρπάξας δ’ ἐς Ὀλυμπον ἤνηγε, καὶ μιν ἔθηκεν δαίμονα, παιδείης ἄνθος ἔχοντ’ ἐρατίν. οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγώ 1350 ἐξεδάμην καλοῦ παιδὸς ἐρωτὶ δαμεὶς. Ω παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο ἀνδρί· οὐ τοι κωμάζειν σύμφορον ἀνδρὶ νέφ. Πικρὸς καὶ γλυκὺς ἐστι καὶ ἀπαλὲς καὶ ἀπηνῆς, ὅφρα τέλειος ἦ, Κύρνε, νέοισιν ἔρως· 1355 ἢν μὲν γὰρ τελέσῃ, γλυκὺ γίνεται· ἢν δὲ διώκων μὴ τελέσῃ, πάντων τοῦτ’ ἀνιηρότατον. Αἰεὶ παιδοφίλησιν ἐπὶ ξυνὸν αὐχένι κεῖται δύσμορον, ἀργαλέης μνήμα φιλοξενίης. Χρὴ γὰρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότητα 1360 ὥσπερ κληματίνῳ χεῖρα πυρὶ προσάγειν. Ναῦς πέτρη προσδέκνυσας ἐμῆς φιλότητος ἁμαρτόν, ὦ παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου. Οὐδαμὰ σ’ οὐδ’ ἀπεὼν δηλήσομαι· οὐδὲ με πείσει οὐδεὶς ἀνθρώπων ὥστε με μὴ σε φιλεῖν. 1365 Ὦ παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων, στήθ’ αὐτοῦ καὶ μόν’ παυθ’ ἐπάχουσόν ἐπη. Παιδὸς τοι χάρις ἐστί, γυναικὶ δὲ πιστὸς ἑταῖρος","prev":{"citation":"Elegiae 238.10-240.8","label":"238.10 to 240.8","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/238.10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/238.10"},"next":{"citation":"Elegiae 242.16-244.5","label":"242.16 to 244.5","url":"https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/242.16","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/242.16"},"credit":{"text":"Theognis Eleg., Elegiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003460","quality":"ocr"}}