{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Excerpta de legationibus 486","citation":"Theophylactus Simocatta, Excerpta de legationibus 486","ref":"486","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/486","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/486","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/486.md","author":{"name":"Theophylactus Simocatta","url":"https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta"},"work":{"title":"Excerpta de legationibus","url":"https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus","urn":"urn:cts:greekLit:tlg3130.ogc003932"},"verse":false,"words":443,"text":"ἀπόβλεπτον, ἐς Βυζάντιον στέλλει, τὰς κλεῖς οἰσόμενον τοῦ πολίσματος, τήν τε ἐν γράμμασι δωρεάν. ὁ μὲν οὖν πρέσβυς ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος, παρεδίδου Ῥωμαίοις τὸ πόλισμα. Καὶ ἐς λόγους πρὸς τὸν αὐτοκράτορα ἧκεν. Ὁ δὲ Μαυρίκιος. δώροις, βασιλικοῖς μεγαλύνας τοῦτον, τὴν τῶν προαπαγγελθέντων ὠχύρου καὶ αὖθις ὑπόσχεσιν, παῖδα Χοσρόην ἀποκαλῶν. Οτι [] Χοσρόης δεδοικὼς μή που δολοφονίᾳ τις ὑποσταίη αὐτῷ ὑπὸ τῶν ἐγχωρίων, ἐδεῖτο Μαυρικίου ς τὴν τοῦ σώματος φρουρὰν χιλίους αὐτοῦ ὁπλιτικοῦ παραπέμπεσθαι. Ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς σωματοφύλακας ἐς Χοσρόην ἐξέπεμπεν. Ὅτι ὀ Μαυρίκιος ἕως τοῦ Ἑβδόμου ὀνομαζομένου ἐλθών· ἠκηκόει γὰρ ὡς τὸ Οὐνικὸν ἐκστρατεύειν· καὶ ἀκηκοὼς Δαλαυζὰν τὸν Πέρσην ἥκοντα ὡς αὐτὸν, παλινδρομεῖ πρὸς τὸ βασίλειον ἄστυ, διαθείς τε ὡς ἐνῆν ἐπιδεξίως τὴν τῆς πρεσβείας ἀξίωσιν, τοῦ σκοποῦ αὖθις τῆς ἐκδημίας ἀπήρχετο Ὅτι τρίτῃ ἡμέρα, πρέσβεις ὑπὸ τοῦ βασιλείου ἐξεπέμποντο ἄστεως· ἥ τε ἀξίωσις φπὸ τῆς συγκλήᾳ του ἐς τὸν βασιλέα ἐγίγνετο. Ἡ δὲ ὑπόθεσις, τὴν ἐπανάζευξιν τῆς βασιλέως ἐκδημίας ἐθήρα λαβεῖν. Ὁ δὲ μηδὲν προσηκάμενος τῆς πρεσβείας, παλινοστεῖ τοῖς πρέσβεσιν. Ὅτι πρὸς τῇ Ἀγχιάλῳ τὸν χάρακα ὁ Μαυρίκιος διαγραψάμενος, ἡμέρας τε πέντε πρὸς ταῖς δέκα· ἕνθα δὴ τὴν διατριβὴν ποιησάμενος, ἐς τὸ βασίλειον ἄστυ ἐπάνεισιν, ἥκειν ἀκούσας ὑπὸ τοῦ Περσῶν βασιλέως ἐς Βυζάντιον πρέσβεις. Τρίτῃ δὲ ἡμέρᾳ καὶ οἱ τῆς Κελτικῆς Ἰβηρίας πρέσβεις ἐς τὸ Βασιλείου παραγίνονται ἄστύ. Αἱ δὲ προσηγορίαι τοῖς πρέσβεσι, Βόσος καὶ Βέττος. Τούτους ὁ τοῦ ἔθνους δυνάστης, Φράγγοι δ´ οὗτοι τῇ νεωτέρᾳ γλώττῃ κατονομάζονται, ὄνομα δὲ Θεοδώριχος αὐτῷ, ἐς βασιλέα ἐξέπεμπεν· ἠξίου τε συνθήκαις φορολογίας τῷ Ῥωμαϊκῷ συμμαχῆσαι, καὶ δώροις ἀναλῶσθαι τὸν πρὸς Χαγάνον πόλεμον. Ὁ μὲν οὖν αὐτοκράτωρ τοὺς πρέσβεις φιλοφρονησάμενος δώροις, ἀπόμισθον τὴν ξυμμαχίαν ἐκέλευε Φράγγους παρέχεσθαι· ἀργυρολογεῖσθαι τὸ Ρωμαϊκὸν ὑπὸ τῶν Βαρβάρων οὐκ ἀνεχόμενος. Ὁ δὲ Χαγάνος ἐπενθήκας λαμβάνειν τὰς συνθήκας ἐζήτει τὸν βασιλέα. Ἐπεὶ δὲ ὁ αὐτοκράτωρ τοῖς λόγοις τοῦ Βαρβάρου, ὥτων οὐκ ἐδίδου βαλβῖδα, ἀντελάμβανε παραυτίκα τὸν πόλεμον. Ὅτι ὁ Πρίσκος δέκα καὶ πέντε ποιησάμενος χάρακας, τόν τε Ἴστρον διαπεραιωθεὶς ποταμὸν, τετάρτῃ ἡμέρᾳ εἰς Νόβας τὰς ἄνω παραγίνεται. Ὁ δὲ Χαγάνος τοῦτο μεμαθηκὼς, ὡς τὸν Πρίσκον πρέσβεις ἐξν ἄπεμψεν, τήν τε αἰτίαν ἐξερευνᾶτο μαθεῖν τῆς τῶν Ῥωμαίων ἀφίξεως. Ὁ δὲ στρατηγὸς τοὺς τόπους ἔφασκεν εὐφυεῖς ἐς κυνηγέσια πεφυκέναι ἱππασίμους τε καὶ λίαν ἐνύδρους. Ὁ δὲ Χαγάνος ἐδήλου ἐπ´ ἀλλοτρίας γῆς ἐπιβαίνειν Ῥωμαίους, παρασπονδῆσαι τε Πρίσκον, καὶ ἀοράτως τὴν εἰρήνηνὑπ´ αὐτοῦ περισχίζεσθαι. Ἔφασκε τοίνυν ὀ Πρίσκος, Ῥωμαϊκὸν ὑπεί τὸ ἔδαφος· ὁ δὲ Βάρβαρος, ὅπλοας καὶ νόμοις πολέμων· Ῥωμαίους ἀποκτήσασθαι τοῦτο. Τοῦ τοίνυν Χαγάνου ζυγομαχοῦντος καὶ διαμφιβάλλοντος περὶ τούτων τῶν τόπων, φασὶ τὸν Πρίσκον τὴν ἐκ τῆς Ἔω ἀπόδρασιν ὀνειδίσαι Χαγάνῳ. Θέρους γὰρ ἐνεστῶτος, ὁ πρὸς τῇ ἕῳ ὑπὸ τῶν Τούρκων Χαγάνος ὑμνούμενος, πρέσβεις ἐξέπεμψε Μαυρικίῳ βασιλεῖ, ἐπιστολήν τε συντεταχὼς, ἐπινίκια ἐχάραττεν ἐν αὐτῇ. Ἡ δὲ τῆς ἐπιστολῆς ἐκραφὴ ἶχεν ἐτὰ κμως","prev":{"citation":"Excerpta de legationibus 485","label":"485","url":"https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/485","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/485"},"next":{"citation":"Excerpta de legationibus 487","label":"487","url":"https://interlinea.aeterna-institute.org/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/487","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theophylactus-simocatta/excerpta-de-legationibus/487"},"credit":{"text":"Theophylactus Simocatta, Excerpta de legationibus. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003932","quality":"ocr"}}