{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 234.1","citation":"Theopompus, Testimonia 234.1","ref":"234.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/234.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/234.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/234.1.md","author":{"name":"Theopompus","url":"https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia","urn":"urn:cts:greekLit:tlg0566.tlg001"},"verse":false,"words":358,"text":"ΑΠΟΛΛΟΔΩΡΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ Β, δ'. κατέλιπεν· ἀπὸ τούτου δὲ τοὺς Περσῶν βασιλέας λέγεται γενέσθαι. 2ἐν Μυκήναις δὲ Ἄλκαῖος, καὶ Σθένελος, καὶ Ὠλεῖος, Μήστορ τε καὶ Ἠλεκτρώων, καὶ θυγάτηρ Γοργοφόνη, ἣν Περικλῆς ἐγῆμει. 3Ἐκ μὲν οὖν Ἄλκαίου καὶ Ἀστυδαμείας τῆς Πελοπός, ὡς δὲ ἔνιοι λέγουσι, Λαονόμης τῆς Γουνέως, ὡς δὲ ἄλλοι πάλιν Ἱππονόμης τῆς Μενοικέως Ἀμφιτρώων ἐγένετο, καὶ θυγάτηρ Ἄναξώ. 4Ἐκ δὲ Μήστορος καὶ Λυσιδίχης τῆς Πελοπος, Ἱπποθόη. Ταύτην ἀρπάσας Ποσειδῶν, καὶ κομίσας ἐπὶ τὰς Ἐχινάδας νήσους, μίγνυται, καὶ γεννᾷ Τάφιον, ὃς ὤκισε Τάφον, καὶ τοὺς λαοὺς Τηλεβοὰς ἐκάλεσεν, ὅτι τῆλὺ τῆς πατρίδος ἔσῃ. 5Ἐκ Ταφίου δὲ παὶς Πτερελάως ἐγένετο. Τοῦτον ἀθάνατον ἐποίησε Ποσειδῶν, ἐν τῇ κεφαλῇ χρυσῆν ἐνθεὶς τρίχα. 6Πτερελάῳ δὲ ἐγένοντο [θυγάτηρ Κομαῖθώ, καὶ ἀδρένες] παῖδες, Χρόμιος, Τύραννος, Ἀντίοχος, Χερσιδάμας, Μέστορ, Εὐήρης. 7Ἠλεκτρώων δὲ, γήμας τὴν Ἄλκαίου θυγατέρα Ἄναξώ, ἐγέννησε θυγατέρα μὲν Ἀλκμήνην, παῖδας δὲ [Στρατοβάτην.] Γοργοφόνον, Φιλονόμον, Κελαινέα, Ἀμφίμαχον, Λυσίνωμον, Χειρίμαχον, Ἄνακτορα, Ἀρχέλαον· μετὰ δὲ τούτους καὶ νόθον ἐκ Φρυγίας γυναῖκος Μιδέα Λικύμνιον. 8Σθενέλω δὲ καὶ Νικίππης τῆς Πελοπος, Ἄλκινόη καὶ Μέδουσα, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο, ὃς καὶ Μυκηνῶν ἐβασίλευσεν. 9Ὅτε γὰρ Ἥρακλῆς ἐμελλε γεννᾶσθαι, Ζεὺς ἐν θεοῖς ἔφη, τὸν ἀπὸ Περσέως γεννηθησόμενον τότε βασιλεύειν Μυκηνῶν. Ἥρα δὲ διὰ τὸν ζῆλον Εἰλείθυιαν ἔπεισε, τὸν μὲν Ἀλκμήνης τόκον ἐπισχεῖν, Εὐρυσθέα δὲ τὸν Σθενέλου παρεσκεύασε γεννηθῆναι ἐπταμηνιαῖον ὄντα. (6) Ἠλεκτρώων δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ Ταφίου οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν Μήστορος ἀρχὴν τοῦ μητροπάτορος ἀπήτουν, καὶ, μὴ προσέχοντος Ἠλεκτρώωνος ἀπήλαυνον τὰς βόας ἀμυνομένους δὲ τῶν Ἠλεκτρώωνος παίδων, ἐκ προκλήσεως ἀλλήλους ἀπέκτειναν. 2Ἐσώθη δὲ τῶν Ἠλεκτρώωνος παίδων Λικύμνιος ἐτὶ νέος ὑπάρχων· τῶν δὲ Πτερελάου, Εὐήρης, ὃς καὶ τὰς ναῦς ἐφύλασσε. Τῶν δὲ Ταφίων οἱ διαφυγόντες ἀπέπλευσαν τὰς ἐλαθείας βόας ἐλόντες, καὶ παρέδοντο τῷ βασιλεῖ τῶν Ἠλείων Πολυξένῳ. Ἀμφιτρώων δὲ παρὰ Πολυξένου λυτρωσάμενος αὐτὰς ἤγαγεν εἰς Μυχήνας· ὁ δὲ Ἠλεκτρώων τὸν τῶν παίδων θάνατον βουλόμενος ἐκδικῆσαι, παραδὼς τὴν βασιλείαν Ἀμφιτρώωνι καὶ τὴν θυγατέρα Ἀλκμήνην, ἐξορχίσας, ἵνα μέχρι τῆς ἐπανόδου παραθέων αὐτὴν φυλάξῃ, στρατεύσεται ἐπὶ Τηλεβοὰς διενειχτο. 4Ἀπολαμβάνοντος δὲ αὐτοῦ τὰς βόας, μιᾶς ἐκθορούσης, Ἀμφιτρώων ἐπ’ αὐτὴν ἀφῆκεν, ὁ μετὰ χειρᾶς εἶχε, ρόταλον, τὸ δὲ ἀποχρούσθαι ἀπὸ τῶν κεράτων εἰς τὴν Ἠλεκτρώωνος κεφαλὴν ἐλθὸν ἀπέκτεινεν αὐτόν. 5Ὅθεν λαβὼν ταύτην τὴν πρόφασιν Σθένελος, πάντας Ἄργους ἐξέβαλεν Ἀμφιτρώυνα, καὶ τὴν ἀρχὴν τῶν Μυκηνῶν","prev":{"citation":"Testimonia 233.3","label":"233.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/233.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/233.3"},"next":{"citation":"Testimonia 235.1","label":"235.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/theopompus-hist/testimonia/235.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theopompus-hist/testimonia/235.1"},"credit":{"text":"Theopompus Hist., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003483","quality":"ocr"}}