{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 559.37","citation":"Thrasymachus, Testimonia 559.37","ref":"559.37","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/thrasymachus/testimonia/559.37","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/thrasymachus/testimonia/559.37","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/thrasymachus/testimonia/559.37.md","author":{"name":"Thrasymachus","url":"https://interlinea.aeterna-institute.org/library/greek/thrasymachus"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/thrasymachus/testimonia","urn":"urn:cts:greekLit:tlg1729.tlg001"},"verse":false,"words":440,"text":"ἐρμηνείας διαλλάττουσιν ἀλλήλων. <ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ.> 1 [2 Sauppe O. A. II 162] DIONYS. Demosth. 3 p. 132, 3 Raderm. τολτῇ λέξις ἦν ἡ μεικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν [näml. αὐστηρὰ und λιτῇ]· ἦν ὁ μὲν πρῶτος ἀρμωσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον, εἴτε Θ. ὁ Καληδόνιος ἦν, ὡς οἴεται Θεόφραστος [π. λέξ. fr. 4 Schmidt], εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δ’ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες, καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ὡπτόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμὴχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαία καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδεξαμένους. ἡ μὲν οὖν Θρασύμαχον λέξις, εἰ’ γε κρηπὶς [?] ἦν ὧντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέχραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἰληφεν ἐκατέρας. δυνάμει δ’ ὡς οὐκ ἴση βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημογορικῶν λόγων τόδε· ‘ἐβουλόμην μὲν, ὦ’ Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ [καὶ τῶν πραγμάτων], ἵν’ ἴχα σιωπᾶν ἀπέχω τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δ’ εἰς τοσοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε (ἑτέρων μὲν περὶ) τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς αὐτούς, καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης, ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὲ λέγειν’ ἢ γὰρ ἀναισθητος ἢ κατρεφώτατός ἐστιν, ὅστις ἔξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις, καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἄλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ διὰ κινδύνων εἰς τόνδε τὸν χρόνον, τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δ’ ἐπιοῦσαν δεδιόσι, ἀντὶ δ’ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τοὺς μὲν ἄλλους τὸ πλήθος τῶν ἀγαθῶν ἔβριζεῖν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν· ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γιγνώσκει εἰπεῖν, ὅτῳ γε λυπεῖσθαι ἐπὶ τοῖς παροῦσι καὶ νομίζειν ἔχειν τι τοιούτου, ὡς μηδὲν ἔτι τοιούτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ὡπτόρων καὶ τῶν ἄλλων ἀποδειξῶ γ’ ἐν τῷ λέγειν πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικούντας πᾶσχειν· οἴόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις, οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ἃ ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πατρίς πολιτεία ταραχὴν αὐτοῖς παρέχει ἁρίστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὅπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης [μνήμης Sauppe] ἐστίν, ἀκούειν ἀνάγκη λόγων τῶν παλαιοτέρων, ὅπόσα δ’ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.’ [Musterrede: Situation","prev":{"citation":"Testimonia 559.25-35","label":"559.25 to 559.35","url":"https://interlinea.aeterna-institute.org/library/greek/thrasymachus/testimonia/559.25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/thrasymachus/testimonia/559.25"},"next":{"citation":"Testimonia 561.1","label":"561.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/thrasymachus/testimonia/561.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/thrasymachus/testimonia/561.1"},"credit":{"text":"Thrasymachus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003490","quality":"ocr"}}