{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta Et Tituli 192.1","citation":"Timon, Fragmenta Et Tituli 192.1","ref":"192.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/192.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/192.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/192.1.md","author":{"name":"Timon","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon"},"work":{"title":"Fragmenta Et Tituli","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli","urn":"urn:cts:greekLit:tlg1735.tlg003"},"verse":false,"words":394,"text":"πάντα εἴη δυοῖν ἑάτερον, ἢ σιωπᾶν ἢ ἀποφαινεσθαι τι καὶ λέγειν. εἰ μὲν οὖν ἡσυχίαν ἄγουεν, δῆλον ὅτι πρὸς γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ’ ἀποφαίνοιεν, πάντη τε καὶ πάντως εἶναι τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνὶ φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστά πᾶσι, ὡς δ’ οὐδέν. τοῦτο τοίνυν ὁ ἀξίων ἦτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἐνεστὶν αὐτὸ συνείναι λεγόμενον, ἢ οὐκ ἐνεστίν. ἀλλ’ εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνει, πάντως ἢ ἀπείρα λέγοι ἂν ἢ πεπερασμένα· καὶ εἰ μὲν ἀπείρα, οὐδ’ οὕτως ἂν εἴη λόγος πρὸς αὐτόν· ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων ἢ ἓν ὄν οἶν ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἂν; εἰ δὲ φαίη ταῦτὸ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταῦτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δ’ ἔρει τι καὶ οὐκ ἔρει, καὶ λόγῳ χρῶμενος ἀνα-ρήσει λόγον, ἐπὶ δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν ἑαυτῷ ἡγοι δεῖν. ἀξίων δὲ ζητῆσαι πότεν καὶ μαθόντες ἄδηλα πάντα φασι εἶναι. δεῖ γὰρ εἰδέναι πρότερον αὐτούς, τί δή ποτ’ ἔστι τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. πρῶτον γὰρ εἰδέναι χρή τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδη-λον. ὅπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ Ὑποτυπώσει τοὺς ἐν-νέα διεξίηι τρόπους (κατὰ τοσοῦτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται) πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα; ἡγοῖ γὰρ ὅτι τὰ ζῷα διαφέρει καὶ ἡμεῖς αὐτοῖ καὶ αἱ πόλεις καὶ οἱ βίοι καὶ τὰ ἔθη καὶ οἱ νόμοι· καὶ τὰς αἰσθήσεις δὲ ἡγοῖν ἡμῶν ἀσθενεῖς εἶναι καὶ πολλὰ τὰ ἐξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα καὶ μεγέθη καὶ κινήσεις· ἐπὶ δὲ τὸ μὴ ὁμοίως διαχεῖσθαι νέους καὶ πρεσβυτέρους καὶ ἐργιγορότας καὶ κοιμωμένους καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενὸς τε ἡμᾶς ἀπλοῦ καὶ ἀχραι-ρητοῦς ἀντιλαμβάνεσθαι. πάντα γὰρ εἶναι συγκεχυμένα, καὶ πρὸς τι λεγόμενα. ταῦτα δέ, ἡγοῖ, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἴδεως ἂν τις ἡρετο, πότερον ἐξ εἰδὼς λέγει, διότι τὰ πράγματα τούτων ἔχει τὸν τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ἴδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ’ ἐγίνωσκε, κομιδῇ τις ἦν ἡλπίδος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰ-δέναι· καὶ μὴν ὅποτε γε τοιαῦτα διεξίοιεν, οὐδὲν ἄλλ’ ἢ ἐπαγωγὴν 13","prev":{"citation":"Fragmenta Et Tituli 191.2","label":"191.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/191.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/191.2"},"next":{"citation":"Fragmenta Et Tituli 193.1-28","label":"193.1 to 193.28","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/193.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/193.1"},"credit":{"text":"Timon, Fragmenta Et Tituli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003509","quality":"ocr"}}