{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta Et Tituli 194.1","citation":"Timon, Fragmenta Et Tituli 194.1","ref":"194.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/194.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/194.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/194.1.md","author":{"name":"Timon","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon"},"work":{"title":"Fragmenta Et Tituli","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli","urn":"urn:cts:greekLit:tlg1735.tlg003"},"verse":false,"words":374,"text":"ἡ σύμβουλος ἡ φίλος ἡ ἀπλῶς εἰπεῖν ἄνθρωπος ὁ γε τοιοῦτος; ἡ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀληθῶς οἴόμενος εἶναι κακὸν ἡ αἰσχρὸν ἡ δίκαιον ἡ ἀδίκον; οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἂν, ὅτι τοὺς νόμους δεδίδαχαι καὶ τὰς τιμωρίας οἱ τοιοῦτοι· πῶς γὰρ οἱ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοὶ φασιν, ὄν- 19 τες; ὁ γέ τοι Τίμων ταῦτα λέγει καὶ περὶ τοῦ Πύρρῳνος ἄλλ' 20 οἷον - νομοθήκης' (fr. 9). ὁπόταν μέντοι φῶσι τὸ σοφὸν 20 δή τοῦτο, διότι δεῖ κατακολουθοῦντα τῇ φύσει ζῆν καὶ τοῖς ἐθεσι, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. εἰ γὰρ μηδενὶ ἄλλωι, τούτωι γοῦν αὐτῶι δεῖ συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. τί δὲ μᾶλλον τῇ φύσει δεῖ κατακολουθεῖν καὶ τοῖς ἐθεσι ἡ οὐ δεῖ, μὴ εἰδότας γε δή μηδὲν μηδὲ ἔχοντας τι ὅτωι χρῶνθμεν; ἐκεῖνο μὲν γὰρ καὶ παντάπασιν ἐστιν ἡλίθιον, ἐπει- 21 δὰν λέγωσιγ ὅτι καθάπερ τὰ καθαριτικὰ φάρμαχα συνεικρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτά, τὸν αὐτὸν τρόπον καὶ ὁ πέντα ἀξίων εἶναι λόγος ἀδηλα μετὰ τῶν ἄλλων ἀνειρεῖ καὶ ἑαυτόν. εἰ γὰρ αὐτὸς αὐτὸν ἐλέγχοι, ληροῖεν ἂν οἱ χρώμενοι τοιούτωι. βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα διαιρεῖν. ἀλλὰ 22 μὴν οὐδ' ὁμοιον ἔχει τι τὸ καθαριτικὸν φάρμακον καὶ ὁ τούτων 20 λόγος. τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται πᾶν τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρχειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον ἀεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν ἀσυγκαταθέτους. ὅτι δ' οὐχ οἷόν τε τὸν ἄνθρωπον ἀδόξαστον εἶναι 23 καὶ ὧδι καταμάθοι τις ἂν. ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ 25 αἰσθάνεσθαι. τὸ δ' αἰσθάνεσθαι γνωρίζειν τι ἦν. διότι δὲ καὶ πιστεύει τῇ αἰσθήσει πᾶσι φανερόν· ἀχριθέστερον γὰρ θέλων ἰδεῖν ἀπέψῃσε τῷ ὀφθαλμῷ καὶ προσέληθεν ἐγγύτερον καὶ ἐπηλυγάσατο. καὶ μὴν ἡδόμενοι γε καὶ πονοῦντες ἔσμεν· οὐ γὰρ οἷόν 24 τε τὸν καύμενον ἡ τεμνόμενον ἀγνοεῖν. τὰς δὲ δή μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐχ ἂν φαίη μεθ' ὑπολήψεως γίγνεσθαι; περὶ μὲν γὰρ τῶν κοινῶν ἐνοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἐπὶ δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἂν; οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ ἐπεγύγνιμεν ὑπολαμβάνειν. ἀλλ' ἔγωγε ἐπὶ τἀλλα. τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐὰν τε πιστεύωμεν ἐὰν τε ἀπι- 35 στῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πᾶντι τε καὶ πάντως.","prev":{"citation":"Fragmenta Et Tituli 193.31-35","label":"193.31 to 193.35","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/193.31","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/193.31"},"next":{"citation":"Fragmenta Et Tituli 194.2","label":"194.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/timon/fragmenta-et-tituli/194.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timon/fragmenta-et-tituli/194.2"},"credit":{"text":"Timon, Fragmenta Et Tituli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003509","quality":"ocr"}}