{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"timotheus_defluviis_ggm2 407.1","citation":"Timotheus, timotheus_defluviis_ggm2 407.1","ref":"407.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/407.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/407.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/407.1.md","author":{"name":"Timotheus","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus"},"work":{"title":"timotheus_defluviis_ggm2","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2","urn":"urn:cts:greekLit:tlg2213.tlg001"},"verse":false,"words":349,"text":"οἰκοῦσιν. Ὁμοιον δὲ φασὶ τὸ σχῆμα τοῦτο τῷ τοῦ Ἡσιόδου, τῷ οἱ δὲ ἕκαστα ἴασιν οἱ ἂν περὶ ναίεταόσιν. Καὶ τοὺς ἐκ τοῦ Ταύρου δὲ καναγῆδὰ ῥέοντας ποτα- 5 μούς ἀπειρεσίους ἐπὶν ἐπάγει, τὶς ἂν πάντα ὀνόματα εἴποι; καὶ ἔθν δὲ διέξασαι λέγει οὐ πάντα, ἀλλ’ ὅσα εἰσὶν ἀρίδιλα, εὐχόμενος τὰς Μούσας ἰδύντατον ἦχον ἔχειν καὶ μὴ σχολῶν, εἰ καὶ πολλοὶ τοῖς περιηγουμένοις τόποις εἰσὶν αἱ στροφάλιγγες. 10 617. Ὅρα δὲ δτι κατὰ μίχυσιν τοῦ « Σαμια μία ναὺς », εἶπε καὶ οὗτος τὸ ἐπωνυμίαν μίαν ἔλαχεν. Ἐξ Ὁμήρου δὲ ἄμφω εἴληπται, εἰπόντος ἐν Ὀδυσσείᾳ Σαμια μία. Ὁ δὲ Γεωγράφος οὕτω περὶ τοῦ 15 Ταύρου φησὶ· « διεῖωκεν ὁ Ταῦρος μέσην τὴν Ἀσίαν, ἀπὸ ἐσπέρας ἐπὶ τὴν ἑω τετραμμένος, ὡς τελευταῖον τὸ Ἰμαδίον τῇ Ἰνδικῇ θαλάσσῃ συνάπτον ». Ὅτι δὲ μέρος τι τοῦ ὄρους τοῦ Ταύρου καὶ Κράγος λέγεται, αὐτὸς ὁ Διονύσιος ἐρεῖ ἐν τοῖς ἐφεξῆς, ἔνθα καὶ ἄλλαι 20 τὶς τοῦ τοιούτου Ταύρου κλησεως αἰτίαὶ παρατεθῆσονται, ἀρέσκουσαι τοῖς παλαιοῖς. Ἀρριανὸς δὲ φησιν οὕτως, ὁ δὲ Ταῦρος τὸ ὄρος ἀπεῖργει τὴν Ἀσίαν, ἀρχόμενος ἀπὸ Μυκάλης τοῦ καταντικρὺ Σάμου τῆς νήσου ὄρους, ἀποτεταμένου δὲ τὴν Παμφυλίαν καὶ Κιλικίων 25 γῆν, ἔνθεν μὲν ὡς εἰς Ἀρμενίους παρήχει, ἀπὸ δὲ Ἀρμενίων ὡς ἐπὶ Μήδους. » Ὅτι δὲ τέσσαρα κέντρα τοῦ κόσμου ἐνταῦθα περιλαβόντων συντομοτάτω κατὰ ἰδέαν γοργότης φησιν, ὡς ὁ εἰκ τοῦ Ταύρου ποταμοὶ ῥέουσιν οἱ μὲν πρὸς βορῆν, οἱ δ’ ἐπὶ νότον, οἱ δ’ ἐπὶ 30 βίπτην εὔρου καὶ λεύρου. 652. Ὅτι περὶ τὴν προϊστορηθῖσαν Μαϊωτὶν αὐτοὶ τέ εἰσιν οἱ Μαϊώται, οἱ τῆς Μαϊωτίδος δηλοῦσι παρώνυμοι, ἤ καὶ τυχὸν ἐξ ὧν ἡ Μαϊωτίς λίμνη κέκληται· καὶ οἱ Σαυρομάται δὲ πρὸς αὐτὴ κείνται, ὕλην ναίων- 35 τες ἀπειρόν, δι’ ἧς μέσης ὁ Τάναϊς συρρόμενος ἐς μέσα πίπτει τῆς Μαϊωτίδος· δς Εὐρώπην Ἀσίας ἀποτέμνεται, εἰς δύσιν μὲν Εὐρώπην, εἰς δ’ αὐγὰς τὴν Ἀσίαν. Περί δὲ τούτων εἴρηται ὅσα ἔδει ἐν τοῖς φθάσασιν. 653. Ὅτι τοὺς Σαυρομάτας (φυλὸν δὲ εἰσι Σκυθι- 40 κὸν) ἐνυαλίου Ἄρεος ἐσθλὸν γένος λέγει, ἤ διὰ τὸ πολεμικούς εἶναι, ἤ διότι ἐξ Ἀμαζόνων γεγενελογούνται, αἵται δὲ ἐξ Ἄρεος. Φησὶ γὰρ δτι ἐκ φιλότητος ἰφθίμων Ἀμαζονίδων ἐγένοντο, ἂν ἐκεῖναι ποτε τοῖς Σαυρομάταις ἐμίγησαν, πλανηθεῖσαι πάτρην ἐκ","prev":{"citation":"timotheus_defluviis_ggm2 406.3","label":"406.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/406.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/406.3"},"next":{"citation":"timotheus_defluviis_ggm2 407.4","label":"407.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/407.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/407.4"},"credit":{"text":"TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003516","quality":"ocr"}}