{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"timotheus_defluviis_ggm2 457.1","citation":"Timotheus, timotheus_defluviis_ggm2 457.1","ref":"457.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/457.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/457.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/457.1.md","author":{"name":"Timotheus","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus"},"work":{"title":"timotheus_defluviis_ggm2","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2","urn":"urn:cts:greekLit:tlg2213.tlg001"},"verse":false,"words":357,"text":"τοιαῦτα μὲν καὶ ταῦτα. Ἐν δὲ Καππαδοκίᾳ ἱστορεῖται μάγους εἶναι, οἱ Πύραθοι ὀνομάζονται, ὡς πῦρ αἴδοντες καὶ δι’ αὐτοῦ μαντευόμενοι. Ὅτι δὲ ἀπὸ τινὸς Καππαδόκος οἱ Καππαδόκαι οὕτω καλοῦνται, ἔ προεῖρηται καὶ αὐτό. Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι τὴν Καππαδοκίαν Πέρσαι μὲν εἰς δύο σατραπείας διεῖλον, Μακεδόνες δὲ ὑστερον εἰς δύο βασιλείας, ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὤνόμασαν καὶ μεγάλην Καππαδοκίαν καὶ πρὸς τῷ Ταύρῳ Καππαδοκίαν, τὴν δὲ ἑτέραν πρὸς τῷ Πόντῳ Καππαδοκίαν ἐκάλεσαν. 976 Ὅτι πρὸς ἀνατολὰς τῆς Καππαδοκίας ὁ Εὐφράτης ποταμὸς ἀπερείσιος ἀπὸ τοῦ Ἀρμενίου ῥεῖ ὄρους μακρὸς, ἐπὶ νότον τὰ πρῶτα, ἔπειτα ἄλβας ἄγνῶνας πρὸς ἀνατολὰς καὶ μέσον τὴν Βαβυλῶνα περάσας εἰς τὴν Περσίδα θάλασσαν ἀπερεύγεται, παρὰ τὴν Ταρηδῶνα, πόλιν Περσικὴν, ῥέων διὰ τῆς μεγάλης Ἀρμενίας ἕως τῆς μικρᾶς. Μετὰ δὲ γε τὸν Εὐφράτην εἰς αὐγὰς ὁ Τίγρις ῥοὸν ἴσον ἐλαύνων, ἤγουν ἐπ’ εὐθείας, κατὰ δὲ ἄλλους καὶ αὐτὸς ὁμοίως ἀγκωνιζόμενος, καὶ οὕτω μετ’ οὐ πολὺ διάστημα εἰς ἴσον τῷ Εὐφράτῃ γινόμενος, χωνιοῦται, τὸ ῥεῦμα καὶ συγκαταβαίνει εἰς τὴν θάλασσαν. Τὸ δὲ μέσον τούτων διάστημα Μέσην, φησί, καλοῦσι ποταμῶν, ὁ ἐστι Μεσοποταμίαν· ὡς καὶ τὴν ἀκρόπολιν διαλελυμένως ἢ ποτὴσις ἄκρην τὴν πόλιν φησί, καὶ τὴν Λευκόπετραν Λευχὴν πέτραν, καὶ τὴν Νεάπολιν Νέαν πόλιν. Διέστανται δὲ ἀλλήλων οἱ ποταμοὶ οὕτω ὅσον ἄν, φησίν, εἰς ἕβδομον ἡμαρ ἴδημε καὶ κραπινὴς, ὁ ἐστι ταχύς, ἄνθρω διότης ἀνύσαιεν. Ἐπτά γάρ, φησίν, ἡμερῶν ἡ μέση τῶν ποταμῶν ὁδὸς ἐστὶν εὐζώνῃ ἀνδρί, ποντεύσῃ ἀπερίττῳ καὶ ἀλαφρῷ εἰς ὁδόν. Φασὶ δὲ οἱ παλαιοὶ τὴν συνάγωγὴν τῆς Μεσοποταμίας ἐπὶ συχνὸν προπύπτουσαν μάχης πλοίῳ πως εἰκέναι. Τὰς δὲ τῶν δύο τούτων ποταμῶν πηγὰς διεῖναι ἀλλήλων φασὶ περὶ ἀφ’ στάδια. Ὀκιστος δέ, φησί, ποταμῶν ὁ Τίγρις, καὶ οὐχ ἂν ἐκείνου ἐν πᾶσι ποταμοῖς θοώτερον, ὁ δέσιν ἕδρερον, ἴδοις. Διό, φασί, καὶ Τίγρις καλεῖται, ἤγουν ταχύς ὡς βέλος· Μῆδοι γὰρ τίγριν καλοῦσι τὸ τόξευμα. Οὕτω δὲ καὶ Ἄκις ποταμὸς Σικελικὸς παρὰ Θεοκρίτῳ, διότι, φασίν, ἀκίδι τὸ τάχος τοῦ ῥεύματος ἐκείνου ὁικεῖ. Κατὰ δὲ τινὰς παρὰ τὸν τίγριν τὸ ζῷον ἡ κλῆσις ἐστὶ τούτῳ τῷ ποταμῷ, οὗ ἡ γενικὴ τίγριος παρὰ τῷ Ἀριστοτέλει. Μυθεῦεται γὰρ ὅτι Σύλαξ ποτὲ καλούμενος ὁ ποταμὸς οὗτος, ὁ ἐστι κατωφερής, ὑστερον ἐκλῆθη Τίγρις δι’ αἰτίαν τοιαύτην· μαίνεται Διόνυσος Ὦρας προνοία,","prev":{"citation":"timotheus_defluviis_ggm2 456.4","label":"456.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/456.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/456.4"},"next":{"citation":"timotheus_defluviis_ggm2 458.1","label":"458.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/458.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/458.1"},"credit":{"text":"TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003516","quality":"ocr"}}