{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"timotheus_defluviis_ggm2 458.2","citation":"Timotheus, timotheus_defluviis_ggm2 458.2","ref":"458.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/458.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/458.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/458.2.md","author":{"name":"Timotheus","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus"},"work":{"title":"timotheus_defluviis_ggm2","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2","urn":"urn:cts:greekLit:tlg2213.tlg001"},"verse":false,"words":324,"text":"988. Ὅτι ἡ Θωνίτις λίμνη ἐστὶν νιτροδὴς κατὰ μέσον τοῦ Τίγριος, εἰς ἣν αὐτὸς μετὰ πολλοῦ φερομένου τοῦ ψόφου, καὶ κατὰ μυχὸν τῆς λίμνης, ὡς οἱ παλαιοὶ φασιν, εἰς βάρεθρον ἐμπεσών, καὶ ἐπὶ πολὺ ἐνυβείς ὑπόγειος, καὶ αὐθὶς ἀνίσχων, καὶ διασώσας τὸ ρεῖθρον ἑ αἰγὺς διὰ τὴν ἄγαν ὀξύτητα, παραρρεῖ τὸ σῶμα τῆς Σεμιραμίδος, καὶ ἄν δεξῇ ἔχων τὴν Μεσοποταμίαν ἐξίνει εἰς τὴν Περσικὴν κόλπον. Ὁ δὲ Γεωγράφος φησὶ καὶ Ἀραγὴν καλεῖσθαι τὴν νιτρίτην ταύτην Θωνίν, καὶ πολλοὺς ἔχειν ἰχθύας, ῥήττειν δὲ τὰς ἐσθῆτας καὶ διαξένει, καὶ ἀποτον ἔχειν τὸ ὕδωρ. Λέγει δὲ καὶ οὕτως σφοδρῶς διαβάλλειν αὐτοῦ τὸν Τίγριν, ὥστε τὴν λίμνην, ἁλυρὰν οὖσαν καὶ ἀνυδρὴν, γλυκείαν ἐν τούτῳ τῷ μέρει γίνεσθαι καὶ ἰχθύων πλήρη. Ὀπὶ δευτερεύουσι μετὰ τοὺς Ἰνδικοὺς ποταμοὺς Εὐφράτης καὶ Τίγρις, καὶ ὅτι μειζὼν Εὐφράτης Τίγριος ῥέοντος ἀπὸ Νιφάτα ὄρους, καὶ πλείω διέξεισι χθώραν. Ἐνεχθεὶς δὲ ἐπὶ Σελεύκειαν τῶν βασιλέων χειμαδίων, ἐν Ἐκβατάνοις γὰρ θερίζειν ἑαυτὸν λέγονται, συνάπτεται τῷ Εὐφράτῃ πλησίον, καὶ ποιεῖ τὴν ῥηθεῖσαν Μεσοποταμίαν πρὸς αὐτόν. Μετὰ δὲ τὸν ῥηθεῖσα Νιφάταν Ἄδος ὄρος, ἐξ οὗ ὁ Εὐφράτης τε ῥεεὶ καὶ ὁ προειρημένος Ἀράξης. Ῥεεῖν δὲ φησιν ὁ αὐτὸς Γεωγράφος τὸν Εὐφράτην διὰ μέσης τῆς Βαβυλῶνος, ἐν ᾧ καὶ ὁ θαυμαστὸς κρεμαστὸς κῆπος, περὶ οὗ ῥηθήσεται. Καὶ Ἡρόδοτος δὲ φησιν ὅτι τὸ μέσον τῆς Βαβυλῶνος ὁ Εὐφράτης διείργει, ὁ δὲ ῥεεὶ μὲν ἐξ Ἀρμενίων μέγας ὤν καὶ βαθὺς καὶ ταχύς, ἐξίησι δὲ εἰς τὴν Ἐρυθρὰν θάλασσαν. Ὁ δὲ αὐτὸς καὶ ναυσὶ περᾶσθαι τὸν Εὐφράτην ἱστορεῖ, καὶ ὄρον αὐτὸν εἶναι Κιλικίας καὶ Ἀρμενίας φησὶ. Τὴν δὲ εἰρημένην Βαβυλῶνα μεγάλην ποτὲ γενομένην ὑπερεὼν ἐρημωθῆναι φασιν. Φασὶ δὲ καὶ τὴν παρὰ τῷ Τίγρει Νινον, πολλῷ μειζῶν τῆς Βαβυλῶνος οὖσαν, ἀφανισθῆναι καὶ αὐτήν, καταλυθέντων τῶν Περσῶν, ἧς τοῦ μεγέθους σημεῖον τὸ τῆς κτίσεως ἔργός ἐστι. Λέγεται γὰρ Νινος οἰκοδομῆσαι αὐτὴν τῶν Ἀσσυρίων βασιλεύς, μυριάδων δεκατεσσάρων συνεχῶς αὐτὴν ἐργαζομένων ἐπὶ ἑτὶ ὀκτῶ. Σοφοὶ δὲ οἱ Βαβυλώνιοι, καὶ, ὡς Ἡρόδοτος λέγει, παρ’ αὐτῶν οἱ Ἕλληνες ἐμαθὸν πόλον καὶ γνῶμονα καὶ τὰ δώδεκα μέρη τῆς ἡμέρας.","prev":{"citation":"timotheus_defluviis_ggm2 458.1","label":"458.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/458.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/458.1"},"next":{"citation":"timotheus_defluviis_ggm2 459.2-3","label":"459.2 to 459.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/459.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/459.2"},"credit":{"text":"TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003516","quality":"ocr"}}