{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"timotheus_defluviis_ggm2 538.4","citation":"Timotheus, timotheus_defluviis_ggm2 538.4","ref":"538.4","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/538.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/538.4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/538.4.md","author":{"name":"Timotheus","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus"},"work":{"title":"timotheus_defluviis_ggm2","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2","urn":"urn:cts:greekLit:tlg2213.tlg001"},"verse":false,"words":313,"text":"Περὶ τῆς ἐκτάσεως καὶ περιγραφῆς τῶν γαίῶν, τῆς τε Εὐρώπης λέγω καὶ Λιβύης τε καὶ Ἀσίας. Ἡ ἐκτασις καὶ ἡ περιγραφὴ ἀμφοτέρων τούτων τῶν γαίῶν, τῆς τε Εὐρώπης δηλονότι καὶ τῆς Λιβύης, ἡ δ αὐτὴ ὁρᾶται ἐν μόνῃ τῇ Ἀσίᾳ ἐλκομένη κατὰ τὸ ἀνάντιον· καὶ γὰρ τῆς Ἀσίας ὁ δροσ πρὸς τὴν ἀνατολὴν ἔρχεται, τῶν δὲ ἐτέρων δύο γαίῶν πρὸς τὴν δύσιν. Ὁμοιον δὲ ἐστι τὸ σχῆμα στροβιλοειδὲς, ὀλίγον ἐρχόμενον μὲν πρὸς τὴν δύσιν, πρὸς δὲ τὴν ἀνατολὴν πλα- 10 τυνόμενον, ὅπου τοῦ Θηβαγενούς Διονύσου ἵππανται αἰ στήλαι εἰς τὸ τέλος παρὰ τὸν ροῦν τοῦ Ὠκεανοῦ, ὅπου ὁ Γάγγης τὸ ἀπὸ Νύσσης λεωὸν ὕδωρ ἐπὶ τὸν πλαταμῶνα κυλεῖ. Ἄλλ' οὐ τοσοῦτον ἐστι τὸ μέγεθος τῆς Ἀσίας, ὡς δσον ἐστὶ τῶν δύο γαίῶν, ἀλλ' οὐδὲ κατὰ 15 τὸ εἶδος ἐστιν ὁμοιον· καὶ γὰρ ἐν ἐκείναις ἀπειρος μία θάλασσα ἡγεμονεύει, ἐν δὲ τῇ Ἀσίᾳ ὁ πολὺς Ὠκεανὸς ἐστι· τρεῖς γὰρ κόλπους ἐκβάλλει, τὸν τε Περσικὸν δηλονότι τὸν τε Ὑρανικὸν καὶ τὸν Ἀραβικόν· καὶ οἱ μὲν δύο νότιοί εἰσιν, ὁ δὲ Ὑρανικὸς εἰς τὸν βορρᾶν 20 βλέπει [καὶ] ἐπὶ τὸν λίδα, γείτον τοῦ Εὐξεινοῦ πόντου, περὶ δνείνα Εὐξεινὸν καὶ Ὑρανικὸν πόντον πολλοὶ ἄνδρες οἰκοῦσιν. Ἀμφοτέρων δὲ τούτων τῶν δύο πόντων ἰσθμὸς ἐστιν ἀπειρος διαχωρίζων αὐτούς· ἐστι δὲ ἕνθα κάκτεισε παρατεινόμενος εἰς πολλὰ μέρη. Καὶ 25 εἰς τὸ μέσον πᾶσης τῆς Ἀσίας περιέβηκεν ὄρος, ἤγουν βουνός, ἀρξάμενον ἀπὸ τῆς Παμφυλίδος καὶ φθάνον μέχρι τῶν Ἰνδῶν, καὶ ποτὲ μὲν λυθὲν καὶ ἀγκύλον, ποτὲ δὲ ὀρθὸν τοῖς βαδίζουσι πέλει, Ταῦρον δὲ καλοῦσι, βοὸς εἶδος ἔχον. Ἐκ τούτου δὲ τοῦ ὄρους πολλοὶ καὶ 30 ἀπειροι ποταμοὶ ῥέουσιν, οἱ μὲν πρὸς τὸν βορρᾶν, οἱ δὲ ἐπὶ τὴν ὀρμὴν τοῦ ξεφύρου, καὶ ἄλλοι ἐπὶ τὸν νότον· ἀν τὰ πολλὰ δὲ οὐ δύναται τις εἰπεῖν διὰ τὸ τὸν Ταῦρον πολλάκις ἔχειν τὰς ἐπωνυμίας. Ἄλλα ταῦτα μὲν οὕτως. Νῦν δὲ ἄρχομαι λέγειν καὶ πάντα τὰ ἔθνη, 31 δσα οἰκοῦσι τὴν γῆν. Σὺ δὲ ἀκούσον.","prev":{"citation":"timotheus_defluviis_ggm2 538.2","label":"538.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/538.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/538.2"},"next":{"citation":"timotheus_defluviis_ggm2 538.6","label":"538.6","url":"https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/538.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/538.6"},"credit":{"text":"TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003516","quality":"ocr"}}