{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Anthologiarum libri ix 23-2","citation":"Vettius Valens, Anthologiarum libri ix 23-2","ref":"23-2","level":null,"urn":"urn:cts:greekLit:tlg1764.tlg001:23-2","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/23-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/23-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/23-2.md","author":{"name":"Vettius Valens","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens"},"work":{"title":"Anthologiarum libri ix","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix","urn":"urn:cts:greekLit:tlg1764.tlg001"},"verse":false,"words":327,"text":"Ἔστω δὲ ὑποδείγματος χάριν Ἥλιος Κρόνος Ἑρμῆς Κριῷ. Σελήνη Ζεὺς Λέοντι. Ἄρης Ταύρῳ, Ἀχροδίτη Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ, κλίμα α´ . τῷ ιη´ ἔτει σὺν ἐπισήμῳ γυναικὶ ἐξενίτευσε διὰ φιλίαν καὶ δόξαν καὶ πρὸς ἄλλην συνήθειαν καὶ ἐρωτικὴν ἐπιθυμίαν ἔσχεν· ἐσήμαινε γὰρ τὰ κε´ ἔτη ἡ ἀναφορὰ τοῦ Ὑδροχόου, ἔνθα ἡ Ἀφροδίτη ἐπῆν· καὶ εἰ μὲν μόνη κεχρηματίκει, τῆς εὐεργεσίας τάχει συνετελεῖτο· νυνὶ δὲ καὶ Ἄρης διὰ τὴν τοῦ Γαύρου ἀναφοράν τὰ κε´ ἐπεκράτει, ἀλλὰ καὶ ἡ Σελήνης περίοδος τὰ κε´ ἔφερεν, ὧν δίμοιρον γίνεται ιϚ´ μῆνες η´· εἰ μὲν οὖν ἐπισυνῆγεν ἑτέρα ἀγαθοποιῶν μαρτυρία μετὰ τοὺς προγεγραμμένους χρόνους, ἐλπιζόμενον ἐπετελεῖτο· νυνὶ δὲ οἱ αὐτοὶ πάλιν ἐπεκράτησαν τῷ γὰρ ιη´ ἔτει μὲν θηλυκὸν πρόσωπον ἐτελεύτα, αὑτὸς δὲ τῆς ἐλπίδος σφαλεὶς ὑπέστρεψεν ὀλίγα ὠφεληθείς. Ζεὺς γὰρ ἐμέρισε ιβ´ καὶ Ἄρης αὐτὸν καθυπερτερήσας ιε´ γίνεται κζ´ , ὧν δίμοιρον ἔτη ιη´ ἐλλὰ καὶ Λέοντος ιθ´ καὶ Γαύρου η´ γίνονται κζ´ ὧν δίμοιρον ιη´ τῷ ιθ´ ἔτει ὠφελείας μὲν καὶ περικτήσεως ἔτυχε, στάσεις δὲ καὶ μετεωρισμοὺς ψυχῆς καὶ πρὸς οἰκείους ἔχθρας ἔσχε· τὰ μὲν γὰρ ιθ´ ὁ Λέων ἐσήμαινε Διὸς καὶ Σελήνης ἐπόντων· ἀλλὰ καὶ αὐτὸς Ἥλιος σὺν Κρόνῳ ὢν Κρίῷ ἐσήμαινε τὰ ιθ´ καὶ πάλιν Ὑδροχόου λ´ καὶ Ταύρου η´ , ὧν ἥμισυ γίνεται ιθ´. τῷ δὲ κ´ ἔτει διὰ τὴν τῆς γυναικὸς φιλίαν ἐξενίτευσε καὶ μείζονας ἐλπίδας καὶ ὠφελείας προσεδόκησε, πλὴν καὶ τότε ἐσφάλη θανούσης αὐτῆς· ἐδήλου γὰρ Ἄρης ιε´ καὶ Σελήνη κε´ γίνονται μ´ ὧν ἥμισυ κ´ ἀλλὰ καὶ Ταύρου ἀναφορὰ κε´ καὶ Λέοντος λεʼ γίνονται ξ´ , ὧν τρίτον γίνεται κ΄. καὶ Ερμῆς δὲ Κριῷ σὺν Κρόνῳ ἐσήμαινε τὰ κ´. ὁμοίως δὲ καὶ τῷ κα΄ ἔτει οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Ταύρου η΄ , Ἄρεως ιε΄ γίνονται μβ΄ , ὧν ἥμισυ γίνεται κα´ · καὶ ἀναφορὰ Κριοῦ κα´ μῆνες η καὶ Ἑρμοῦ κ´ γίνονται μα´ μῆνες η΄ , ὧν ἥμισυ ἔτη κ΄ μῆνες ι΄ καὶ τῷ κβ΄ ἔτει ὁμοίως οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Γαύρου κε΄ γίνεται μδ΄ ὧν ἥμισυ γίνεται κβ΄. κγ΄ ἔτος Ἀφροδίτη καὶ Ἄρης· Ἀφροδίτης η΄ Ἄρεως ιε΄ γίνονται κγ΄.","prev":{"citation":"Anthologiarum libri ix 22-2","label":"Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/22-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/22-2"},"next":{"citation":"Anthologiarum libri ix 24-2","label":"Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/24-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/24-2"},"credit":{"text":"Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/","quality":"proofread"}}