{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Anthologiarum libri ix 3-25","citation":"Vettius Valens, Anthologiarum libri ix 3-25","ref":"3-25","level":null,"urn":"urn:cts:greekLit:tlg1764.tlg001:3-25","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/3-25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/3-25","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/3-25.md","author":{"name":"Vettius Valens","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens"},"work":{"title":"Anthologiarum libri ix","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix","urn":"urn:cts:greekLit:tlg1764.tlg001"},"verse":false,"words":340,"text":"Σκοπεῖν οὖν δεήσει ἐπί τε ἀνδρῶν καὶ γυναικῶν τὸν κλῆρον τῆς τύχης καὶ τὸν δαίμονα καὶ τὰ τούτων τετράγωνα καὶ διάμετρα τούς τε οἰκοδεσπότας καὶ τὸν κύριον, καὶ πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί. καὶ εἰ μὲν τῆς αἱρέσεως ὄντες συσχηματίζονται, καλὸς ἔσται καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ οἱ τόποι ἢ οἱ κύριοι διαμετρήσεσιν ἀλλήλους ἢ ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἐναντιώματα στάσεις ζηλοτυπίαι ἔχθραι κρίσεις περὶ τὴν συμβίωσιν γενήσονται, ἔσθʼ ὅτε μὲν οὖν καὶ ἀνάγκην ὑπομένοντες κολάζονται. ἐὰν δὲ τούτων σχηματιζομένων οἰκείως ὁ τοῦ Κρόνου ἐπιμαρτυρήσει, θανάτῳ ὁ χωρισμὸς ἔσται· ἐὰν δὲ Ἑρμῆς τύχῃ τοῦ δαίμονος κύριος, ἡ δὲ Σελήνη τοῦ γαμοστόλου καὶ συμπαρῶσιν ἢ μαρτυρῶσιν ἀλλήλοις, συνελεύσεται κυρίαις ὁ τοιοῦτος ἢ ὑπερεχούσαις γυναιξὶν ἢ βίῳ ἢ γένει. ἐὰν δέ πως καὶ ὁ τοῦ Διὸς συμμαρτυρήσῃ, ἐπωφελὴς καὶ συμπαθὴς ἡ συνέλευσις ἔσται· ἐὰν δὲ Κρόνος ἢ Ἄρης, ταραχαὶ ἢ φθόνοι ἢ χωρισμοὶ γενήσονται καὶ κακωτικαὶ αἰτίαι παρακολουθήσουσιν. ἐὰν δέ πως Ζεὺς οἰκοδεσποτῇ καὶ τῇ Σελήνη συσχηματίζηται καὶ Κρόνος μαρτυρῆ, μητρὶ ἢ μητρυιᾷ συνελεύσεται· εἰ δὲ καὶ Σελήνη μὴ ἔχουσα λόγον πρὸς τὸν κλῆρον τῆς μητρός, πρεσβυτέραις συνελεύσεται. ἐὰν δὲ ὁ τοῦ Διὸς οἰκοδεσποτῇ τοῦ δαίμονος, ὁ δὲ τῆς Ἀφροδίτης τοῦ γαμοστόλου, ἀδελφαῖς ἢ συγγενέσι συνέρχονται· καὶ ἐὰν μὲν ὁ Κρόνος ἐπιμαρτυρήσῃ, λαθραίως τὸ γινόμενον ἔσται· ἐὰν δὲ Ἑρμῆς ἢ Ἄρης, χωρισμοὶ ἢ δειγματισμοὶ γενήσονται. ἐὰν δὲ τοῦ Κρόνου ἀπόντος Ἥλιος μαρτυρήσῃ, νόμῳ καὶ φιλίᾳ γενήσεται καὶ συμπαθὴς ὁ γάμος καὶ ἐπωφελής· ἐὰν δὲ ὁ Ἡλιος οἰκοδεσποτῇ, ἡ δὲ Σελήνη κυριεύσῃ τοῦ γαμοστόλου καὶ συσχηματισθῇ τῷ Ἡλίῳ καὶ Διὸς μαρτυροῦντος, συμπαθὴς καὶ ἰσότιμος καὶ νόμιμος ὁ γάμος ἔσται ἔνδοξός τε καὶ λαμπρός. ἐὰν Ἡλίου οἰκοδεσποτοῦντος Ἀφροδίτη τοῦ γαμοστόλου κυριεύσῃ Κρόνου μαρτυροῦντος, ἐπὶ θυγατρὶ ψογισθήσεται. ἐὰν δὲ ὁ γαμοστόλος γένηται πρὸς Κρόνον καὶ αὐτὸς κυριεύσῃ τοῦ δαίμονος ἢ Ἄρης, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Κρόνος οἰκοδεσποτῇ τοῦ δαίμονος, τὸν δὲ περὶ γάμου τόπον λάχῃ Ἀφροδίτη καὶ εὑρεθῇ σὺν Ἑρμῇ ὑπὸ Ἄρεως μαρτυρουμένη, στείρᾳ ἢ ἐπιψόγῳ συνελεύσεται. ξέναις δὲ συνέρχονται ἢ ἀλλοφύλοις ἢ ἐπὶ ξένης τὸν γάμον ἀναδέχονται, ἐπὰν ὁ γαμοστόλος ἔκκεντρος τύχῃ ἢ τοῦ δαίμονος ἀπόστροφος· ποταπαῖς δέ, ἡ τῶν ζῳδίων καὶ ἀστέρων φύσις δηλώσει.","prev":{"citation":"Anthologiarum libri ix 2-33","label":"Liber II., λη΄. Ἄλλω περὶ γάμου μετὰ ὑποδείγματος.","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-33","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-33"},"next":{"citation":"Anthologiarum libri ix 4-19","label":"Liber II., λη΄. Ἄλλω περὶ γάμου μετὰ ὑποδείγματος.","url":"https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/4-19","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/4-19"},"credit":{"text":"Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/","quality":"proofread"}}