{"kind":"section","lang":"la","language":"Latin","title":"Carmina Graeca 1-46","citation":"Claudian, Carmina Graeca 1-46","ref":"1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/latin/claudian/carmina-graeca/1","markdown":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca/1.md","author":{"name":"Claudian","url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian"},"work":{"title":"Carmina Graeca","url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca","urn":null},"verse":true,"words":287,"text":"Γιγαντομαχία.\nFr. I.\nΕἴ ποτέ μοι ϰνανῶπιν ἐπιπλώοντι ϑάλασσαν\nϰαὶ ϕρεσὶ ϑαμβήσαντι ϰνϰώμενα βένϑεα πόντου\nεὔξασϑαι μαϰάρεσσιν ἐςήλυϑεν εἰναλίοισι,\nϕωνῆς δὲ πταμένης ἀνεμοτρεϕὲς ἔσβετο ϰῦμα\nλώϕησεν δ᾿ ἀνέμοιο βοή, γήϑησε δὲ ναύτης\nὀσσόμενος μεγάλοιο ϑεοῦ παρεοῦσαν ἀρωγήν·\nὥς ϰαὶ νῦν δὴ Φοῖβε (σὺ γὰρ ϑεὸς ἔπλευ ἀοιδῆς)\nεὔξομαι αὐδήεντα ϰατάπλοον εὐεπιάων.\nἵλαϑι ϰαὶ μεν ἄϰουσον, ἐπεὶ σέϑεν εὐμενέοντος\nπαυρότερον δέος ἐστὶν ἐπ᾿ ἐλπίσι λωιτέρῃσιν.\nὣς γὰρ δὴ πέλαγος μὲν Ἀλεξάνδροιο πόληος\nπάντοϑεν ἐϰτέταται, τὰ δὲ μυρία ϰύματα λαῶν\nὄρνυτ᾿ ἐπ᾿ ἀλλήλοισιν, ἐγὼ δὲ τε δεινὸς ἀοιδὸς\nμουσοπόλος ναύτης Ἑλιϰωνίδι νηὶ πιϑήσας\nἰϑύνω πρὸς ἄεϑλα, ϕέρω δ᾿ ἔπι ϕόρτον ἀοιδήν.\nεἰ δὲ ϑεῶν βουλῇσιν ὑϕ᾿ ὑμείων ἐϑελόντων\nἡμετέροις ὕμνοισιν ἐπιπνεύσειας ἔπαινον\nFr. II.\nἌλλος μὲν πίτυν ἄντα Διὸς μεγάλοιο τινάσσων\nεὐρὺν ἐς αἰϑέρα πέμπε ϑεημάχον, ἡ δὲ ῥιϕεῖσα\nτέϕρη γίνεται αἶψα συναντήσασα ϰεραυνῷ·\nἄλλος δ᾿ Ἠελίοιο ϰαταντίον ἵστατ᾿, ἀπειλῶν\nμαρψέμεναι, λοξῇσι ϕάος γλήνῃσι δεδοιϰώς,\nτῷ δ᾿ ἐϕέηϰ᾿ ἄϰριν, γλαυϰὰς δ᾿ ἐϰάλυψεν ὀπωπάς·\nνήϕρονες, οὐδὲ μόϑου τέλος ᾔδεσαν, ἀλλὰ πεσόντες\nαὐταῖς αἷς ϕορέεσϰον ἐτυμβεύοντο βολῇσι.\nΔιψήσας δὲ γίγας (πιέειν ϑέλε νήχυτον ὕδωρ)\nτῆλε μάλ᾿ ἐς ποταμὸν τάνυσεν πολυχανδέα δειρήν,\nἕλϰε δὲ χεύματα πάντα ϰυλινδομένοιο ῥόοιο,\nἄχρι δὲ πηγάων ὑπεδέξατο μυρίον ὕδωρ\nἑσπόμενον προχοῇσιν ἀπολλυμένον ποταμοῖο.\nἄλλος δ᾿ αὖ πρηνής τε πεσὼν ἐπὶ ϰύματα πόντου\nπῖνεν ὑπὸ στομάτεσσι ποτόν· ϰελάρυζε δὲ λαιμὸς\nΝηρέος ἁλμυρὸν οἶδμα δι᾿ ἀνϑερεῶνος ὁδεῦον.\nπινομένου δὲ βυϑοῖο ϰαὶ ὕδατος ὀλλυμένοιο\nγυμνώϑη μέγα βένϑος, ἐχερσώϑη δὲ ϑάλασσα.\nΚούρης δ᾿ ἄντα δύω γλαυϰώπιδος ἀτρυτώνης\nγηγενέες μάρναντο· ϕέρεν δ᾿ ὁ μὲν οὔρεος ἄϰρην,\nαὐτὰρ ὅ γ᾿ ἠλίβατον πέτρην ἀνάειρε μεμαρπώς.\nτοὺς δὲ ϑεὰ ϰατέπεϕνε δορυσσόος οὐχ ἑνὶ πότμῳ·\nτοῦ μὲν γὰρ στέρνοιο διήλασε μείλινον ἔγχος,\nτῷ δ᾿ ἄρα λάινον ἔργον ἐπ᾿ ἀσπίδος ὀμϕαλοέσσης\nΓοργοῦς δεῖξε ϰάρηνον· ὁ δ᾿ ὡς ἴδε γυῖα πεδηϑεὶς\nᾗ ϕέρεν ἐν παλάμῃσιν ὁμοίιος ἵστατο πέτρῃ.","prev":null,"next":{"citation":"Carmina Graeca 47-91","label":"Lines 47-91","url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca/47","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/latin/claudian/carmina-graeca/47"},"credit":{"text":"Claudian, Carmina Graeca. Text: Monumenta Germaniae Historica (openMGH), CC BY 4.0. Changes: apparatus and markup removed and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://data.mgh.de/openmgh/bsb00000799.zip","quality":"proofread"}}