{"kind":"section","lang":"la","language":"Latin","title":"Carmina Graeca 47-91","citation":"Claudian, Carmina Graeca 47-91","ref":"47","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca/47","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/latin/claudian/carmina-graeca/47","markdown":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca/47.md","author":{"name":"Claudian","url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian"},"work":{"title":"Carmina Graeca","url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca","urn":null},"verse":true,"words":289,"text":"Κύπρις δ᾿ οὔτε βέλος ϕέρεν οὐχ ὅπλον, ἀλλ᾿ ἐϰόμιζεν\nἀγλαΐην· ϑεμένη γὰρ ἐπ᾿ ὄμμασιν ἄγγελον αὐγὴν\nπρῶτα μὲν ἀπλεϰέας περόνῃ διεϰρίνατο χαίτας\nϰαὶ πλεϰτὰς ἔσϕιγξε πυϰνῷ περιπλέγματι σειράς,\nστίλβει δ᾿ ὀϕϑαλμῶν ἐρατοὺς ὑπεγράψατο ϰανϑούς,\nλεπτὰς δ᾿ εὐανέμοιο ῥαϕὰς χαλάσασα χιτῶνος\nπορϕυρέων οὐ ϰρύπτεν ὑϕ᾿ εἵμασιν ἄνϑεα μαζῶν\nὄμματος εἰς ἄγρην ὡπλιαμένη· εἶχε γὰρ αὐτὴ\nπλέγμα ϰόρυν, δόρυ μαζόν, ὀϕρῖν βέλος, ἀσπίδα ϰάλλος,\nὅπλα μέλη, ϑέλγητρον ἐν ἄλγεσιν· εἰ δέ τις αὐτῇ\nὄμμα βάλοι, δέδμητο, βέλος δ᾿ ἀπὸ χειρὸς ἐάσας\nὡς Ἄρεως αἰχμῇ τῇ Κύπριδος ὄλλυτο μορϕῇ.\nΚαὶ τὸν μὲν ϑανάτου νέϕος ἕννυεν· ἀλλὰ Τυϕωεὺς\nὦρτο Ποσειδάωνος ἐναντία· τοῦ δὲ τριαίνῃ\nστέρνα Ποσειδάων, Ζεὺς δ᾿ ἤλασε ϰρᾶτα ϰεραυνῷ.\nἘγϰέλαδος δ᾿ οὐ λῆγε μάχης, ἀνὰ δ᾿ ἥρπασε νῆσον\nπρόῤῥιζον πολέεσσιν ἐρειδομένην ὀρέεσσι,\nδεινὰ δ᾿ ἀπειλήσας Ζηνος ϰατέναντα βεβήϰει,\nστεῖτο δὲ γαῖαν ὅλην μὲν ἀναῤῥῆξαι ϰενεώνων,\nἄστρα δὲ συγχεῖαι, Ζηνὸς δὲ μέλαϑρον ἐρύσσαι·\nτοῖα δ᾿ ἀπηπείλει. τῷ δὲ σϑένος ὤρορε μήτηρ\nἠμὲν ἀνασχομένη χϑόνιον βέλος, ἠελίου τε\nνῆσος ἀνερχομένη σϰίασεν ϕάος, ἐν δέ τε νήσῳ\nδένδρεα ϰαὶ ποταμοὶ ϑῆρές τ᾿ ἔσαν ὄρνιϑές τε.\nϰαὶ τότ᾿ ἄναϰτα ϑεῶν χόλος ἄσπετος ἐστυϕέλιξε·\nῥῆξεν γάρ τετυϕὼς νεϕέλας συχνοῖς τε ϰεραυνοῖς\nἀσβέστους πυρόεντας ἐπ᾿ Ἐγϰελάδῳ χέεν ὄμβρους\n(ἤϑελ᾿ ἀμαλδύνειν)· ὁ δὲ μεσσόϑεν ἔνϑορε πόντου\nαἰϑόμενος, τῷ δ᾿ ἀμϕὶ περιζείουσα ϑάλασσα\nδεινὸν παϕλάζεσϰε ϰυϰωμένη ὡς πνριϑαλπής·\nοὐδὲ Κρονίων λῆγε, Λυϰαονίης δ᾿ ἀπὸ γαίης\nπέτρον ἀποῤῥήξας ὀλοῷ ἐπέϑηϰε γίγαντι\nἄσχετα μηνιόων· ἐπὶ δ᾿ αὐτῷ νῆσος ὄρουσεν,\nἣν αὐτὸς προέηϰεν ἐς οὐρανόν· ἀμϕότερον δὲ\nϰαὶ πυρὶ ϰαὶ νούσῳ στυγεροὺς τείρουσι γίγαντας.\nEPIGRAMMATA.\nI.\nἽλαϑί μοι ϕίλε Φοῖβε· σὺ γὰρ ϑοὰ τόξα τιταίνων\nἐβλήϑης ποτ᾿ Ἔρωτος ὑπ᾿ ὠϰυπόροισιν ὀιστοῖς.\nII.\nΕἰς δοῦλόν τινα τυϕϑέντα παρ᾿ αὐτοῦ διὰ τὸ μὴ\nἐπιδοῦναι σέλλιον ἐν ἀϰροάσει.\nἝδρην χαλϰεόπεζον ἐπὶ προϑύροις Ἑλιϰῶνος\nεἱστήϰει ϑεράπων τις ὑπέρ νώτοιο μεμαρπὼς\nοὐδ᾿ ἔϑελεν μογέοντι πορεῖν ἐπίβαϑρον ἀοιδῆς·","prev":{"citation":"Carmina Graeca 1-46","label":"Lines 1-46","url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/latin/claudian/carmina-graeca/1"},"next":{"citation":"Carmina Graeca 92-129","label":"Lines 92-129","url":"https://interlinea.aeterna-institute.org/library/latin/claudian/carmina-graeca/92","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/latin/claudian/carmina-graeca/92"},"credit":{"text":"Claudian, Carmina Graeca. Text: Monumenta Germaniae Historica (openMGH), CC BY 4.0. Changes: apparatus and markup removed and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://data.mgh.de/openmgh/bsb00000799.zip","quality":"proofread"}}