Ancient Greek · ~2 min
Book 1, Chapter 1
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.1.10
Not analysed yet
Ἡπαρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος· λευκὸς ὁ χιτών, ἡ χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο.