Ancient Greek · ~2 min
Book 1, Chapter 12
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.12.5
Not analysed yet
Τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. Ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. Ὁ δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται τραύμασιν, ὅσαι τῶν κλάδων ἦσαν αἱ αἰχμαί.