Ancient Greek · ~3 min
Book 1, Chapter 14
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.14
Not analysed yet
Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ· ἑτέρωθεν δὲ καθ’ αὑτὸν ὁ Κλεινίας· καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. “Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν; Ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους. Ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ’ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής· ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.”