# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.2.1-2

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, 1.2.1 to 1.2.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/1.2.1

Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ “οἷον” εἶπον “ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.” Ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστὼς “ἐγὼ ταῦτ’ ἂν ἐδείκνυν” ἔφη “τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.” “Καὶ τί πέπονθασ” εἶπον, “ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.” “Σμῆνος ἀνεγείρεισ” εἶπε “λόγων· τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.” “Μὴ κατοκνήσῃς, ὦ βέλτιστε” ἔφην, “πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν,

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
