Ancient Greek · ~2 min
1.3.5 to 1.3.6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.3.5-6
Not analysed yet
Περιδεὴς οὖν ἀναθορὼν φράζω μὲν πρὸς οὐδένα, κατ’ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην. Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε· Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος. ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια γυνή· πόλεμος γὰρ περιλαμβάνει Βυζαντίους Θρᾳκικός. Σῶζε δή μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης. ”